«Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν
αἱρέσεσιν, ἢ τοῖς αἱρετικοῖς συγκαταβαίνουσιν» (Ὅσιος Ἐφραὶμ ὁ Σύρος).
Πάλι, οἱ ἴδιοι καὶ οἱ ἴδιοι κύκλοι τῶν σιγονταρο-Οἰκουμενιστῶν,
ἀντιμάχονται τὴν «συμφωνία τῶν Πατέρων» (κι ὄχι
μόνο τὸν ΙΕ΄ Κανόνα) ὡς πρὸς τὸ θέμα τῆς στάσεώς
μας ἀπέναντι στοὺς Οἰκουμενιστὲς καὶ τοὺς ἀνεχομένους
καὶ κοινωνοῦντας μὲ αὐτούς, χωρὶς ἐπιχειρήματα,
προσφέροντας ἰδέες καί …λογική! Ἐκεῖνο λοιπόν ποὺ κατέχουν εἶναι ἡ ὀρθολογικὴ
γνώμη τους, πρὸς δικαίωση ἑαυτῶν καὶ τῶν πνευματικῶν τους Πατέρων, ποὺ τοὺς
κρατοῦν σὲ κοινωννία μὲ τὴν αἵρεση.
Ἄλλη μιὰ φορά, λοιπόν, θὰ τοὺς παραθέσουμε (συγκεντρωτικὰ τώρα) τὴ διαχρονικὴ
θέση τῆς Ἐκκλησίας κι ὁ «Θεὸς κι ἡ ψυχή τους»! Πάντως κάνουν ἕνα καλό·
γίνονται ἀφορμὴ νὰ ἐκτεθεῖ ἄλλη μιὰ φορὰ ἡ Ὀρθόδοξη ἐκκλησιαστικὴ Παράδοση γιὰ
τὸ θέμα.
Β' Κανὼν τῆς ἐν Ἀντιοχείᾳ Συνόδου:
«Μὴ ἐξεῖναι
δὲ κοινωνεῖν τοῖς
ἀκοινωνήτοις, μηδὲ κατ᾽ οἴκους συνελθόντας συνεύχεσθαι τοῖς μὴ τῇ ἐκκλησίᾳ
συνευχομένοις, μηδὲ ἐν ἑτέρᾳ ἐκκλησίᾳ ὑποδέχεσθαι τοὺς ἐν ἑτέρᾳ ἐκκλησίᾳ μὴ
συναγομένους. Εἰ δὲ φανείῃ τις τῶν ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων, ἤ τις
τοῦ κανόνος τοῖς ἀκοινωνήτοις κοινωνῶν, καὶ τοῦτον ἀκοινώνητον εἶναι, ὡς ἂν
συγχέοντα τὸν κανόνα τῆς ἐκκλησίας».
Ὁ ἅγιος Θεόδωρος ὁ Στουδίτης γράφει δι’ ἐκείνους, οἱ ὁποῖοι ἁπλῶς κοινωνοῦν μέ τούς αἱρετικούς: «Ἐχθροὺς
γὰρ τοῦ
Θεοῦ,
ὁ
Χρυσόστομος, οὐ
μόνον τοὺς αἱρετικούς,
ἀλλὰ
καὶ τοὺς τοῖς
τοιούτοις κοινωνοῦντας μεγάλῃ καὶ πολλῇ τῇ φωνῇ ἀπεφήνατο»
(P.G.
99, 1049 Α).
Οἱ Ἁγιορεῖτες
Πατέρες (1272 μ.Χ.) ποὺ βασανίστηκαν γιὰ τὴν Πίστη καὶ ἁγίασαν, ἔγραφαν πρὸς τὸν
Παλαιολόγο: «Ἂν ἡ κοινωνία αὐτῶν ᾖ
πρόδηλος, καὶ ἐν ἑνὶ τοῦ ὀρθοῦ ἔκπτωσις καὶ ἀνατροπή; ὁ γὰρ αἱρετικὸν
δεχόμενος, τοῖς αὐτοῦ ὑπόκειται ἐγκλήμασι· καὶ ὁ ἀκοινωνήτοις κοινωνῶν, ἀκοινώνητός ἐστιν,
ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας» (Ἐπιστολὴ ἁγιορειτῶν
πρὸς τὸν Βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον, Δοκίμιον Ἱστορικὸν Μοναχοῦ Καλλίστου
Βλαστοῦ, ἐκδ.1896, σελ. 97-107).
Καὶ ἀλλοῦ:
«Καὶ πῶς ταῦτα ἀνέξεται ὀρθοδόξου ψυχὴ καὶ οὐκ ἀποστήσεται τῆς κοινωνίας τῶν
μνημονευσάντων αὐτίκα..., ὅτι μολυσμόν ἔχει ἡ κοινωνία, ἐκ μόνου τοῦ ἀναφέρειν
αὐτόν, κἂν ὀρθόδοξος
εἴη ὁ ἀναφέρων» (V. LAURENT -
J. DARROUZES, DOSSIER GREC. DE L’ UNION DE LYON (1273-1277, Παρίσι 1976,
σ. 399).
Ὁ Ἅγιος Μᾶρκος ὁ Εὐγενικός γράφει: «Φεύγετε
καὶ ὑμεῖς ἀδελφοί, τὴν πρὸς τοὺς ἀκοινωνήτους
κοινωνίαν καὶ τὸ μνημόσυνον τῶν ἀμνημονεύτων». Ἴδε ἐγώ Μᾶρκος ὁ ἁμαρτωλός λέγω ὑμῖν, ὅτι ...ὁ λατινοφρονῶν
μετά τῶν Λατίνων κριθήσεται καί ὡς παραβάτης τῆς πίστεως λογισθήσεται»
(P.G. 160, 1097D, 1100Α).
«Κοινωνίαν ἡγοῦμαι κατὰ τὸ ἔργον,
ὅταν ἀλλήλοις
ἐπὶ τῷ αὐτῷ σκοπῷ συλλαμβάνωνται
πρὸς τὴν ἐνέργειαν· κατὰ δὲ
γνώμην,
ὅταν συγκατάθηταί τις τῇ διαθέσει τοῦ ποιοῦντος, καὶ συναρεσθῇ. Ἑτέρα δὲ
κοινωνία τοὺς πολλοὺς
λανθάνουσα ἐμφαίνεται
τῇ ἀκριβολογίᾳ τῆς
θεοπνεύστου Γραφῆς· ὅταν
μήτε συνεργασάμενος, μήτε
συγκαταθέμενος τῇ διαθέσει,
γνοὺς δὲ τὴν κακίαν τῆς γνώμης ἀφ' ἧς ποιεῖ, ἐφησυχάσῃ, καὶ μὴ ἐλέγξῃ...» (Μ. Βασιλείου, Περὶ
Βαπτίσματος, Λόγος Β΄, ἐρωτ. θ΄).
Ἀριστινός: «...καὶ
ἀκοινωνήτω
κοινωνῶν ἔσται ἀκοινώνητος».
Ζωναρᾶς:
«...καὶ τὸ μὴ ἐξεῖναί
τινι κοινωνεῖν
τοῖς ἀκοινωνήτοις... Τοὺς δὲ τοῖς τοιοῦτοις συνευχομένους, ἢ ὑποδεχομένους
αὐτοὺς εἰς ἐκκλησίαν, ἀκοινωνήτους κἀκείνους εἶναι...».
Βαλσαμῶν: «...ἀκοινωνήτους εἶναι
τοὺς ἐπισκόπους καὶ λοιποὺς ἱερωμένους τοὺς συνευχομένους τοῖς ἀκοινωνήτοις».
Μ. Βασίλειος:
«Οἵτινες τὴν ὑγιᾶ ὀρθόδοξον πίστιν προσποιούμενοι ὁμολογεῖν, κοινωνοῦσι
δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσιν, μὴ μόνον ἀκοινωνήτους
ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν» (Βλ. Ν. Βασιλειάδη, Μᾶρκος ὁ Εὐγενικὸς
καὶ ἡ Ἕνωσις τῶν Ἐκκλησιῶν, Ἔκδ. «Σωτήρ», Ἀθῆναι, 1972, σελ. 95).
Ἐνισχυτικὸ τῶν
παραπάνω καὶ τὸ τοῦ Μ. Φωτίου: «Αἱρετικός ἐστιν ὁ ποιμήν; Λύκος ἐστί· φυγεῖν ἐξ
αὐτοῦ καί ἀποπηδᾶν δεήσει, μηδ’ ἀπατηθῆναι προσελθεῖν, κἄν ἥμερον περισαίειν δοκῇ (ἄρα δὲν πρόκειται γιὰ κάποιον ποὺ ἔχει ἤδη καθαιρεθεῖ, ἀλλὰ
περὶ κάποιου ποὺ διδάσκει κακοδοξίες)· φύγε τήν κοινωνίαν αὐτοῦ καί τήν
πρός αὐτόν ὁμιλίαν ὡς ἰόν ὄφεως...· φεύγειν οὖν παντί σθένει διά ταῦτα προσήκει
τούς τοιούτους» (ΕΠΕ 12, 400,31).
Ἀλλὰ καὶ ὁ ἅγιος Ἀνατόλιος τῆς Ὄπτινα (+1927), στάρεστς τῆς Ρωσικῆς Ἐκκλησίας, προφητεύει διὰ τὴν ἐποχήν μας: «Θὰ ἐξαπλωθοῦν παντοῦ αἱρέσεις... Ὀλίγοι θὰ ἀντιληφθοῦν τὴν πανουργία τοῦ ἐχθροῦ.... Οἱ αἱρετικοὶ θὰ πάρουν τὴν ἐξουσία στὰ χέρια τους.... Θὰ
τοποθετήσουν παντοῦ
δικούς τους ὑπηρέτας.
Θὰ μεταχειρίζωνται βίαν... Οἱ
μονάζοντες θά καταπιέζωνται καὶ ὅσοι θὰ εἶναι συνδεδεμένοι μὲ τὰ ὑλικὰ θὰ ὑποταχθοῦν στοὺς αἱρετικούς... Οἱ δαίμονες διὰ τῆς αἱρέσεως θά εἰσέρχωνται εἰς τά Μοναστήρια, τὰ ὁποῖα θὰ παραμείνουν μόνον τοῖχοι, ἡ χάρις θὰ ἔχει φύγει...».
Ἀξιομνήνευτο
γιὰ τὴ διδασκαλία τῶν Ἁγίων γιὰ τὴν ἀπομάκρυνση ἀπὸ κάθε κακία, πάθος καὶ αἱρετικὸ
φρόνημα τὸ παρακάτω κείμενο τοῦ ἁγίου Ἐφραὶμ τοῦ Σύρου:
«Τότε, φιλόχριστοι,
ἐρευνᾶται ἑνὶ ἑκάστῳ ἡ σφραγὶς τοῦ Χριστιανισμοῦ, ἣν ἔλαβεν ἕκαστος ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ
διὰ τοῦ βαπτίσματος, καὶ ἀπαιτεῖται ἕκαστος τὴν πίστιν ἀμίαντον καὶ ἀνεπίμικτον
πάσης αἱρέσεως, καὶ τὴν σφραγῖδα ἄθραυστον καὶ τὸν χιτῶνα ἀμόλυντον...
Πλὴν κἂν μέγας, κἂν μικρός, ἐπ' ἴσης πάντες τὴν πίστιν ὡμολογήσαμεν καὶ τὴν
τιμίαν σφραγῖδα ἐλάβομεν, καὶ πάντες τῷ Διαβόλῳ ἀπεταξάμεθα, ἐμφυσήσαντες
αὐτόν, καὶ πάντες ὁμοίως τῷ Χριστῷ συνεταξάμεθα, προσκυνήσαντες αὐτῷ· εἰ ἄρα
ἐνοήσατε τὴν δύναμιν τοῦ μυστηρίου τῆς κολυμβήθρας καὶ τῆς ἀποταγῆς τοῦ
ἀλλοτρίου. Παρακαλοῦμεν μαθεῖν τὴν δύναμιν τῆς ἀποταγῆς. Ἡ ἀποταγή, ἣν ἕκαστος
ἐπὶ τοῦ ἁγίου βαπτίσματος ποιούμεθα, μικρὰ μὲν φαίνεται λεγομένη, νοουμένη δὲ
καὶ πάνυ ἐστὶ μεγάλη ...ἣν ὁ ἰσχύσας φυλάξαι, τρισμακάριστός
ἐστι· διὰ γὰρ ὀλίγων ῥημάτων πᾶν κακὸν ὀνομαζόμενον, ὃ μισεῖ ὁ Θεός, ἀποτασσόμεθα.
...ἀποτάσσομαι,
φησί, τῷ Σατανᾷ καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ποίοις ἔργοις; Ἄκουσον! Πορνείαν,
μοιχείαν, ἀκαθαρσίαν, ψεῦδος, ...θυμόν, ὀργήν, βλασφημίαν, ἔχθραν, ἔριν, ζῆλον.
...Ἀποτάσσομαι τοῦ σχολάζειν κύβοις, ἤγουν τοῦ ταυλίζειν, καθὼς καὶ οἱ ἅγιοι Ἀπόστολοι
τοὺς ποιοῦντας τοῦτο ἀκοινωνήτους εἶναι προστάσσουσι εἰς τοὺς κανόνας αὐτῶν, ἐὰν
λαϊκοὶ εἰσί, εἰ δὲ κληρικοὶ εἰσίν, ἵνα καθαιρῶνται. Ἀποτάσσομαι εἰδωλοθύτου καὶ
αἵματος καὶ πνικτοῦ καὶ θνησιμαίου. Καὶ τί πολλὰ λέγω; Τούτοις πᾶσι καὶ τοῖς ὁμοίοις
τούτων ἀποτασσόμεθα ἐν τῇ τοῦ ἁγίου βαπτίσματος ἀποταγῇ...
Φανερὸν οὖν ἐστιν
ὅτι οἱ λόγοι ἡμῶν, ἢ κατακρίνουσιν ἢ δικαιοῦσιν ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ. Ποίῳ δὲ
τρόπῳ ἐρωτῶνται; Ἐπερωτῶνται ποιμένες, ἤγουν ἐπίσκοποι, καὶ περὶ τῆς ἰδίας
πολιτείας καὶ ὑπὲρ τῆς ποίμνης αὐτῶν, καὶ ἀπαιτεῖται ἕκαστος τὰ λογικὰ πρόβατα,
ἅπερ παρέλαβε παρὰ τοῦ ἀρχιποίμενος Χριστοῦ. Ἐὰν δὲ ἐξ ἀμελείας τοῦ ἐπισκόπου ἀπολείψῃ
πρόβατον, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἀπαιτεῖται. Ὁμοίως δὲ καὶ πρεσβύτεροι
δώσουσι λόγον ὑπὲρ τῆς ἐκκλησίας αὐτῶν· ἅμα δὲ καὶ οἱ διάκονοι καὶ πᾶς δὲ πιστὸς
ὑπὲρ τοῦ οἴκου αὐτοῦ, ὑπὲρ τῆς γυναικὸς καὶ τέκνων καὶ παιδίων καὶ παιδισκῶν δώσει
λόγον, εἰ ἐξέθρεψεν αὐτοὺς ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καθὼς παραγγέλλει ὁ Ἀπόστολος...
Οὐαὶ τοῖς ἀδίκως δικάζουσι· τοῖς δικαιοῦσι τὸν ἀσεβῆ καὶ τὸ δίκαιον ἐκ τοῦ
δικαίου αἴρουσιν. Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν αἱρέσεσιν, ἢ τοῖς
αἱρετικοῖς συγκαταβαίνουσιν».
(Ἐφραὶμ ὁ Σύρος: Ἐρωτήσεις καὶ ἀποκρίσεις, T.L.G., Page 80, line 3).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.