Δέηση καταπαύσεως εμπρησμών των δασών
Ἀπολυτίκιον εἰς κατάπαυσιν ἐμπρησμῶν.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον (υπό Χαραλ. Μπούσια)
Βρέμων πῦρ ἀναλίσκον καθάπερ φρύγανα ἡμῶν πατρίδος τὰ δάση σύ πανσθενῇ δεξιᾷ σβέσον, Σῶτερ πολυέλεε Φιλάνθρωπε,θείας Μητρός σου προσευχαῖς ὑπό βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης,προτυπουμένης, καὶ αὔραις ἁγιασμοῦ σου πάντας δρόσισον.
Εὐχή εἰς Ἐμπρησμούς Δασῶν
Δέσποτα
Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ
Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός,
ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ
δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν
καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.
Ἴδε τὴν
ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Ἐπίβλεψον
οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας
χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ
καὶ ἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.
Ὁ
ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα
πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ
εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς
ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν
κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.
Ἐξαπόστειλον
τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸ Πνεῦμά Σου
καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ’ἄγρωστιν καὶ ὡσεί νιφετός,
οἷα σποδός πάσσοντος, ἐπί χόρτον, οὕτω καταβήτω εφ’ἡμᾶς καὶ τὴν πλᾶσιν
ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς
τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει
τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοί
αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι
ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.
Ότι Σὺ
ὑπάρχεις προσκυνητός καὶ ὑπεράγαθος, ἐλπίς καὶ εὐεργέτης τῆς ζωῆς ἡμῶν,
καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
«…περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος».
«…περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος».
“Για να εμποδίσει ὁ Θεός τήν πυρκαϊά, για να μην γίνει κακό”.
Ὁ Θεός, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς
σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ Θεός μου, κεκράξομαι
ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. σὺ δὲ
ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ ᾿Ισραήλ.
ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω αὐτούς· πρὸς σὲ
ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. ἐγὼ δέ
εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.
πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν,
ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι
θέλει αὐτόν. ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ
μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός
μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ
ἔστιν ὁ βοηθῶν. περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι
πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων
καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ
μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·
ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ
λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με
κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ
πόδας. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ
ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν
μου ἔβαλον κλῆρον. σὺ δέ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ᾿
ἐμοῦ, εἰς τὴν ἀντίληψίν μου πρόσχες. ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν
μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν
ταπείνωσίν μου. διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ
ἐκκλησίας ὑμνήσω σε. οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν, ἅπαν
τὸ σπέρμα ᾿Ιακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα
᾿Ισραήλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ,
οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς
αὐτὸν εἰσήκουσέ μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς
εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ
ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ
προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ
Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ
προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ
ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ,
ὃν ἐποίησεν ὁ Κύριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.