Τρίτη 16 Απριλίου 2019

"Μή εγκαταλίπῃς με, μήποτε υπνώσω εις θάνατον...".


ΤΡΙΩΔΙΟΝ, Τῌ ΤΡΙΤῌ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι

  Πολλοῖς παραπτώμασι, καὶ ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τὴν ἰσχὺν ὁ δείλαιος, καὶ κατάκειμαι, ἐπὶ κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι, ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ΙΘ', 16-25)
   ς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ…

Κανών β',  ᾨδὴ θ', Τριῳδίου
    Βηθανία χόρευε· ἐπὶ σὲ γάρ, ἥξει ὁ Χριστός, θαῦμά σοι ἐκτελῶν, μέγα καὶ φρικτόν, δεσμεύσας τὸν θάνατον, ἀναστήσει, πάντως ὡς Θεός, Λάζαρον θνήξαντα, καὶ τὸν Κτίστην μεγαλύνοντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.