23 ΦΕΒΡΟΥΑΡΙΟΥ
2014
Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Τρόμος ἀδιήγητος καὶ φόβος ἐκεῖ, ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ' αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων, καὶ τὶς ἐντεῦθεν λοιπὸν ἑαυτὸν μὴ πενθήσει;
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.
Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά, ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ! βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται, καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται. Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη. Δεῦτε ἀκούσατε βασιλεῖς καὶ ἄρχοντες, δοῦλοι καὶ ἐλεύθεροι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες, ὅτι ἔρχεται Κριτής, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην΄ καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ, ὅταν Ἄγγελοι παρίστανται, ἐλέγχοντες τὰς πράξεις, τὰς διανοίας, τὰς ἐνθυμήσεις, τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ; ὢ ποία ὥρα τότε! Ἄλλὰ πρὸ τοῦ φθάσαι τὸ τέλος, σπούδασον κράζουσα, ψυχή· Ὁ Θεός, ἐπίστρεψον, σῶσόν με, ὡς μόνος εὔσπλαγχνος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.