«Λέγουσι τῷ τυφλῷ πάλιν·
Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης
ἐστίν...
Ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ
τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς
λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς
αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς
δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν·
αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ
γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα,
ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται».
Ὁ τυφλὸς ὡμολόγησε. Οἱ γονεῖς τοῦ
τυφλοῦ, τοῦ σημερινοῦ Εὐαγγελίου, ἀρκοῦνται νὰ ὁμολογήσουν ὅτι τὸ παιδί τους ἦταν
τυφλό, ἀλλὰ δὲν προχωροῦν στὴν κυρία ὁμολογία: στὸ Ποιος θεράπευσε τὸ παιδί τους!
Γιατί; «Ἤδη
γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται».
Γράφει ὁ ἅγιος Κύριλλος Ἀλεξανδρείας: «Ταύτῃ τοι καὶ
τὴν εἰς ἀλλήλους αἰδῶ τῆς ἑαυτῶν σωτηρίας ἀβουλότατα προτετιμηκότες, ἀμέτοχοι
παντελῶς τῆς παρὰ Θεοῦ μεμενήκασι δόξης. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Σωτήρ· “Πῶς
δύνασθε πιστεύειν δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ
μόνου Θεοῦ οὐ ζητεῖτε;”». Καὶ συμπληρώνει ὁ Μ. Ἀθανάσιος: «Ἐκεῖνοι δὲ οὐ
μόνον οὐχ ὡμολόγησαν, ἀλλὰ καὶ τοὺς ὁμολογοῦντας ἐμάστιζον. Διὸ καὶ ὁ Κύριος
κατακρίνων αὐτοὺς ἔλεγεν· “Οὐαὶ ὑμῖν Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἤρετε
ὑμεῖς τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε δὲ
τοὺς βουλομένους εἰσελθεῖν συγχωρεῖτε”».
Οἱ τότε Φαρισαῖοι ἐμποδίζουν τὴν
γνωστοποίηση τῶν θαυμάτων τοῦ Θεοῦ καὶ κατὰ τὸν ἅγιο Κύριλλο: «διακωλύουσι τὸν ἐξ αὐτῶν ὁρᾶσθαι τῶν παραδόξων οὐκ ἀτονήσαντα.
ἀποσύνακτον γὰρ ποιοῦντες τὸν εὐγνώμονα, διά τε τοῦτον πρὸς τὸ πιστεύειν εὔκολον,
οὐκ ἐρυθριῶσιν οἱ δείλαιοι, ἀλλοτριοῦν δὲ τρόπον τινὰ τοῦ Θεοῦ τὸν Θεῷ κολλώμενον
ἐπ’ ἐξουσίας, αὐτοῖς καὶ αὐτὸν ἀναπείθειν τὸν ἁπάντων Κύριον συνεθελητὴν
γενέσθαι τῆς ἑνούσης αὐτοῖς κατὰ πάντων μανίας».
Καὶ οἱ περισσότεροι σύγχρονοι
Ποιμένες, ὁμολογοῦν ὅτι ὑπάρχει Παναίρεση τὴν ὁποίαν ὑπηρετοῦν σύγχρονοι
Γραμματεῖς καὶ Φαρισαῖοι Ψευδεπίσκοποι, ἀλλὰ διὰ τὸν φόβον τῶν Φαρισαίων
κοινωνοῦν μαζί τους καὶ ἐμποδίζουν τοὺς πιστοὺς ποὺ προβληματίζονται, νὰ
σταματήσουν νὰ κοινωνοῦν μὲ τοὺς αἱρετικοὺς Οἰκουμενιστὲς Πατριάρχες καὶ Ἐπισκόπους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.