Κοντάκιον
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν,
καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος,
σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ
παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ
Οἶκος
Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης,ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης
σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης
Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος
παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων
μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν. τὸν
Κοντάκιον τοῦ Σεισμοῦ
Τῇ νεύσει
κλονεῖς, τῇ θείᾳ σου τὰ σύμπαντα, καὶ πάντων δονεῖς, καρδίας Παντοδύναμε, τῶν
εἰς νοῦν τὸν φόβον σου, μὴ ἐχόντων δίκαιε Κύριε· τῆς οὖν δικαίας σοῦ
ὀργῆς, τὰ κύματα ἄνες, σὸν πλάσμα ἐλεῶν.
Ὁ Οἶκος
Ἡ πηγὴ τῶν
οἰκτιρμῶν, καὶ τῆς φιλανθρωπίας τὸ ἀνεξιχνίαστον πέλαγος, καὶ τῆς μακροθυμίας καὶ χρηστότητος ἡ ἄπειρος
ἄβυσσος, πολυεύσπλαχνε Κύριε, σοῦ δεόμεθα, καὶ σὲ ἱκετεύομεν· οἴκτειρον τοὺς
συντετριμμένους ἡμᾶς καὶ
τεταπεινωμένους, ἐλέησον καὶ ὑπὸ τῆς φοβερᾶς τοῦ Σεισμοῦ ἀπειλῆς
τεθορυβουμένους, καὶ τρόμῳ πολλῷ καὶ φόβῳ συνεχομένους ἐπίσκεψαι, καὶ λύτρωσαι
ἐκ ταύτης, καὶ παντοίου ἀλλοῦ καὶ δεινοῦ κινδύνου καὶ κακώσεως, καὶ πάσης ἄλλης
δικαίας σοῦ ὀργῆς τὰ κύματα ἄνες, σὸν πλάσμα ἐλεῶν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Μάρτυς
Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ, τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει, οὕτω κἀμέ, ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε΄ κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.
Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ
Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες
Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.