(Μansi
12, 1020-1051)
(Μansi 12, 1020): Ἰωάννης ὁ
εὐλαβέστατος μοναχὸς καὶ πρεσβύτερος καὶ τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου
Ἀντιοχείας ἔφη· Διαθρυλλεῖται, πανάγιε πάτερ, παρὰ πολλῶν, πῶς δεῖ τοὺς ἀπὸ
αἱρέσεως προσερχομένους δέχεσθαι. καὶ παρακαλοῦμεν τὴν ἁγίαν καὶ ἱερὰν σύνοδον,
ὅπως ἔλθωσιν αἱ βίβλοι τῶν ἁγίων πατέρων, καὶ θεωρῶμεν καὶ ἀνακρίνωμεν,
κἀκεῖθεν λάβωμεν τὴν ἀκριβῆ ἀσφάλειαν, ὅπως χρὴ δέχεσθαι αὐτούς· ἀποροῦμεν γὰρ
ἡμεῖς.
Κωνσταντῖνος ὁ ὁσιώτατος
ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπεν. ᾽Εξαιτοῦμεν τὴν σὴν μακαριότητα,
δέσποτα, ἐλθέτωσαν τὰ προλεχθέντα βιβλία, ὅπως πληροφορηθέντες τάξιν ἀρίστην
ταύτῃ ποιησώμεθα.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· Κατὰ τὴν αἴτησιν τῶν θεοφιλεστάτων ἀνδρῶν καὶ τοποτηρητῶν, καὶ
τῶν ὁσιωτάτων ἐπισκόπων, δεῖ τὰς βίβλους προκομισθῆναι.
Κωνσταντῖνος ὁ
θεοφιλέστατος νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου εἶπε· κατὰ τὴν κέλευσιν τῆς
ὑμετέρας ἁγιότητος πάρεσμεν ἐπιφερόμενοι τὰς ἱερὰς βίβλους, ἅσπερ ἠγάγομεν ἐκ
τῶν ἀποκειμένων ἐν τῇ βιβλιοθήκῃ τοῦ εὐαγοῦς πατριαρχείου Κωνσταντινουπόλεως,
τῶν τε κανόνων τῶν ἁγίων ἀποστόλων, καὶ τῶν ἁγίων συνόδων, καὶ τοῦ ἁγίου πατρὸς
ἡμῶν Βασιλείου καὶ ἑτέρων ἁγίων πατέρων.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἀναγνωσθήτω ἐν πρώτοις ἡ βίβλος τῶν κανονικῶν διατάξεων.
῾Η ἁγία σύνοδος
εἶπε· ἀναγνωσθήτω.
Ὁ αὐτὸς Κωνσταντῖνος
ὁ θεοφιλέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω.
Τῶν ἁγίων ἀποστόλων κανὼν πεντηκοστὸς τρίτος. Εἴ τις
πρεσβύτερος τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ’ ἀποβάλλεται,
καθαιρείσθω, ὅτι λυπεῖ τὸν Χριστὸν τὸν εἰπόντα· (Μansi 12, 1022) ὅτι χαρὰ
γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῶ μετανοοῦντι.
Σάββας ὁ
εὐλαβέστατος καὶ οἱ σὺν αὐτῷ εἶπον· Τοῦτο εὔδηλον, καὶ παρὰ πᾶσιν
ἀποδεδεγμένον, ὅτι ἕκαστον τῶν μετανοούντων ἡ ἐκκλησία προσδέχεται.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἔστι καὶ ἕτερος κανὼν περὶ τούτου, ὃν ὁ αὐτὸς θεοφιλέστατος
νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω.
Τῆς ἁγίας ἐν Νικαίᾳ συνόδου κανὼν ὄγδοος. Περὶ τῶν
ὀνομασάντων μὲν ἑαυτοὺς Καθαρούς ποτε, προσερχομένων
δὲ κοινῇ τῇ καθολικῇ ἐκκλησίᾳ ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε
χειροτονουμένους [χειροθετουμένους] (σ.σ.: δὲς καὶ Πηδάλιον, σελ. 134, ὑποσ. 1: «Ἡ
χειροθεσία ἐδῶ δὲν εἶναι χειροτονία…») αὐτοὺς οὕτω μένειν ἐν τῷ κλήρῳ. πρὸ
πάντων δὲ τοῦτο ὁμολογήσαι αὐτοὺς ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ
ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς ἐκκλησίας δόγμασι. τουτέστι καὶ διγάμοις
κοινωνεῖν καὶ τοῖς ἐν τῷ διωγμῷ παραπεπτωκόσιν, ἐφ’ οἷς καὶ χρόνος τέτακται καὶ
καιρὸς ὥρισται· ὥστε αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καὶ ἀποστολικῆς
ἐκκλησίας. ἔνθα μὲν οὖν ἅπαντες εἴτε ἐν κώμαις εἴτε ἐν πόλεσιν αὐτοὶ μόνον
εὑρίσκοιντο χειροθετηθέντες, οἱ εὑρισκόμενοι ἐν τῷ κλήρῳ ἔσονται ἐν αὐτῷ τῷ
σχήματι, καὶ τὰ ἑξῆς.
Θεόδωρος ὁ
εὐλαβέστατος ἐπίσκοπος Κατάνης τῆς Σικελῶν ἐπαρχίας εἶπε· Πρὸς τὴν αἵρεσιν
ταύτην οὐδὲν ἔχει ὁ ἀναγνωσθεὶς κανών.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἀλλὰ καὶ περὶ πάσης αἱρέσεώς ἐστιν.
Ἐπιφάνιος ὁ
εὐλαβέστατος διάκονος τῆς ἐκκλησίας Κατάνης, καὶ τὸν τύπον ἐπέχων Θωμᾶ
ἀρχιεπισκόπου Σαρδηνίας, εἶπεν· οὗτος ὁ
κανὼν τότε περὶ τῶν Καθαρῶν ἐρρέθη.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν. ἀρτίως οὖν καὶ ἡμεῖς κατὰ τὸν καιρὸν τοῦτον τὴν ἀναφυεῖσαν
αἵρεσιν, πῶς ὀφείλομεν δέξασθαι;
Ἰωάννης ὁ
θεοφιλέστατος τοποτηρητὴς τοῦ ἀποστολικοῦ θρόνου τῆς ἀνατολῆς εἶπεν· ἡ αἵρεσις
χωρίζει ἀπὸ τῆς ἐκκλησίας πάντα ἄνθρωπον.
Ἡ ἁγία σύνοδος
εἶπε· τοῦτο εὔδηλόν ἐστιν.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· χειροθετουμένους εἶπεν ὁ κανὼν δεχθῆναι.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε. καὶ πῶς νοεῖτε τὸ χειροθετούμενον;
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον. δεόμεθα, δέσποτα, διδασκαλίας.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν. μήπως ἐπ’ εὐλογίας ἐνταῦθα
τὴν χειροθεσίαν λέγει καὶ οὐχὶ χειροτονίας.
Οἱ ἐνδοξότατοι ἄρχοντες
εἶπον. ἐὰν ἄλλο τὸ κωλύον οὐκ ἔστιν, ἕνεκεν ταύτης τῆς μετανοίας αὐτῶν δεχθήσονται κατὰ
τοὺς κανόνας.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἐρευνῶμεν καὶ ἄλλους κανόνας περὶ λοιπῶν αἱρέσεων.
Ἡ ἁγία σύνοδος
εἶπε· καὶ τοῦτο ἀξιοῦμεν, ἐλθέτωσαν οἱ κανόνες.
Ὁ αὐτὸς θεοφιλέστατος διάκονος καὶ νοτάριος ἀνέγνω· τῆς ἐν Ἐφέσῳ συνόδου κανὼν τρίτος.
Εἴ τινες τῶν ἐν ἑκάστῃ πόλει κληρικῶν ὑπὸ Νεστορίου (Μansi 12, 1023) καὶ τῶν σὺν αὐτῷ ὄντων ἐκωλύθησαν τῆς ἱερωσύνης (σ.σ.:
καθαιρέθηκαν) διὰ τὸ ὀρθῶς
φρονεῖν, καὶ τούτους τὸν ἴδιον ἀπολαμβάνειν βαθμὸν ἐδικαιώσαμεν: κοινῶς δὲ τοὺς τῇ οἰκουμενικῇ καὶ ὀρθοδόξῳ συνόδῳ
συμφρονοῦντας ἢ καὶ συμφρονήσοντας, ἢ νῦν ἢ μετὰ ταῦτα κληρικοὺς ἐν οἱῳδήποτε
χρόνῳ, τοῖς ἀποστατήσασιν ἢ ἀφισταμένοις, ἢ παραβαίνουσιν ἐπισκόποις τούς τε
ἁγίους κανόνας καὶ τὴν ὀρθόδοξον πίστιν, κελεύομεν μηδόλως ὑποκεῖσθαι κατὰ
μηδένα τρόπον.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· σαφέστερος κανὼν περὶ τοῦ ζητουμένου κεφαλαίου.
Ἀναγνωσθήτωσαν δὲ καὶ οἱ λοιποὶ κανόνες.
Στέφανος ὁ
εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ τοῦ εὐαγοῦς πατριαρχείου εἶπεν· ἔτι μετὰ
χεῖρας ἔχομεν ἐπιστολὰς τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου περὶ τῆς
προρρηθείσης ὑποθέσεως, εἰ δεκτοί εἰσιν εἰς τὴν
ἱερωσύνην οἱ ἐκ τῆς αἱρέσεως ἐπιστρέφοντες. καὶ εἰ κελεύετε, αὐταὶ
ἀναγνωσθήτωσαν.
Ἡ ἁγία σύνοδος
εἶπεν· ἀναγνωσθήτωσαν.
Στέφανος μοναχὸς καὶ
βιβλιοφύλαξ ἀνέγνω ἐκ τῆς πρὸς Ἀμφιλόχιον κανονικῆς πρώτης ἐπιστολῆς τοῦ ἐν
ἁγίοις πατρὸς ἡμῶν Βασιλείου.
Τὸ δὲ τῶν Ἐγκρατιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι
ἵνα ἀπροσδέκτους αὑτοὺς ποιήσωσι τῇ ἐκκλησίᾳ, ἐπεχείρησαν λοιπὸν ἰδίῳ
προκαταλαμβάνειν βαπτίσματι. ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν.
νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς
προσῆκον ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρ’ αὐτῶν εἰληφώς, προσιόντα τῇ
ἐκκλησίᾳ βαπτίζειν· ἐὰν μέντοι μέλλῃ τῇ
καθολικῇ ἐκκλησίᾳ ἡ οἰκονομίᾳ ἐμπόδιον
ἔσεσθαι, τούτῳ πάλιν τῷ ἔθει χρηστέον, καὶ
τοῖς οἰκονομήσασι τὰ καθ’ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γάρ, μήποτε ὡς
βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι ἐμποδίσωμεν τοῖς σῳζομένοις
διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα,
τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ
δουλεύειν ἀκριβείᾳ κανόνων.
Παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἐπὶ τῷ βαπτισμῷ ἐκείνων
προσερχομένους χρίεσθαι, ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτως προσιέναι τοῖς
μυστηρίοις. οἶδα δέ, ὅτι τοὺς ἀδελφοὺς περὶ Εὐζώϊον καὶ Σατορνῖνον ἀπ’ ἐκείνης
ὄντας τῆς τάξεως προσεδεξάμεθα τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι
ἐκείνων συνῃμμένους οὐκ ἔτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς ἐκκλησίας, οἷον κανόνα
τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας, ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· αἰτούμεθα, ἵνα κομισθῇ τοῦ ἁγίου Ἀθανασίου ἡ πρὸς Ρουφινιανὸν ἐπιστολή.
῾Η ἁγία σύνοδος
εἶπε· γενέσθω κατὰ τὴν αἴτησιν τῶν εὐλαβεστάτων μοναχῶν.
Ἐν δὲ τῷ μεταξὺ Λεόντιος
ὁ ἐνδοξότατος ἀσηκρῆτις εἶπεν· ἐν τῷ τέως ἀναγνωσθήτωσαν αἱ λοιπαὶ τοῦ ἁγίου
Βασιλείου ἐπιστολαί.
Στέφανος ὁ
εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω. Τοῦ ἁγίου πατρὸς ἡμῶν Βασιλείου ἐκ
τῆς πρὸς Εὐαισηνοὺς ἐπιστολῆς· οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς
δι' αὐτῶν (Μansi 12, 1026) δυνάμενοι τὴν
παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μέν, οἱ πρὸς
ὀλίγον συγγεγονότες αὐτοῖς. καὶ μετ’ ὀλίγα· εἰ δὲ λέγουσιν, ὅτι μετενόησαν,
δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν
Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν. καὶ μὴ ἐξαπατάτωσαν τοὺς
ἁπλουστέρους. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς δυτικοὺς ἐπιστολῆς. Ἐστὶ τοίνυν εἷς
τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ
τὴν μικρὰν Ἀρμενίαν, ὃς πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, ὅτε ἤκμαζεν ἐπὶ τῆς
Ἀλεξανδρείας, τὰς πονηρὰς κατὰ τοῦ μονογενοῦς συνθεὶς βλασφημίας, ἀκολουθῶν
ἐκείνῳ, καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ
ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας,
κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν
χειροτονίαν ὑπ’ αὐτοῦ δεξάμενος Εὐστάθιος μετὰ τὴν ἐκείνου κοίμησιν εὐθὺς πρὸς
τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ
δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν δὲ οἱασδήποτε αἰτίας
ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς
ἐπικρυπτόμενος φρόνημα, ρημάτια δέ τινα ὀρθότητος προβαλλόμενος· καὶ τυχὼν τῆς
ἐπισκοπῆς, ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ
κατὰ Ἄγκυραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, ἔγραψε
μετὰ τῶν αὐτοῦ ὁμοδόξων, ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο
πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ
τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστάσεως ἐπενόησε τὴν ὡς
ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν, ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου
ἐπισκόπου Λιβερίου, καὶ τίνα, ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν· πλὴν ὅτι ἐπιστολὴν
ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ, ἀπεκατέστη τῷ
τόπῳ.
Ἀνεγνώσθη δὲ καὶ ἡ πρὸς Τερέντιον κόμητα τοῦ αὐτοῦ
πατρὸς ἐπιστολή, ἐν ᾗ ἐσήμανεν ὁ πατὴρ τὴν πρὸς Εὐστάθιον κοινωνίαν καὶ
ἀποδοχὴν ἐκ τῆς αἱρέσεως ἐπιστρέψαντα.
Στέφανος ὁ
εὐλαβέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχικοῦ σεκρέτου ἀνέγνω·
Ἐκ τοῦ ὅρου τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου
κατὰ τῶν δυσσεβῶν Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν.
Ἤρεσεν ἅπασιν ἡμῖν, καὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις
Οὐαλεριανῷ καὶ Ἀμφιλοχίῳ, καὶ πᾶσι τοῖς τῶν Παμφύλων καὶ Λυκαόνων ἐπαρχιῶν
εὐλαβεστάτοις ἐπισκόποις, τὰ ἐν τῷ συνοδικῷ χαρτίῳ τυπωθέντα κρατεῖν ἅπαντα,
καὶ κατὰ μηδένα τρόπον παραβαίνεσθαι αὐτά, βεβαίων ὄντων αὐτῶν δηλαδὴ καὶ τῶν
πεπραγμένων ἐν Ἀλεξανδρείᾳ· ὥστε τοὺς ὄντας κατὰ πᾶσαν ἐπαρχίαν τῆς
Μεσσαλιανῶν, ἤγουν Ἐνθουσιαστῶν αἱρέσεως, ἢ καὶ ἐν ὑποψίαις τῆς τοιαύτης νόσου
γεγενημένους, εἴτε κληρικοὶ εἶεν, εἴτε λαϊκοί, μεθοδεύεσθαι·
καὶ ἀναθεματίζοντας κατὰ τὰ ἐν τῷ μνημονευθέντι συνοδικῷ διηγορευμένα,
ἐγγράφως, μένειν τοὺς μὲν κληρικοὺς ἐν τῷ κλήρῳ, τοὺς δὲ λαϊκοὺς ἐν τῇ
κοινωνίᾳ τῆς ἐκκλησίας.
(Μansi 12, 1027) Πέτρος ὁ
εὐλαβέστατος ἀναγνώστης καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχικοῦ σεκρέτου, ἔχων
ἐπὶ χεῖρας, ἀνέγνω.
Τοῦ ἁγίου πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου
Ἀλεξανδρείας Μαξίμῳ διακόνῳ Ἀντιοχείας ὑπομνηστικόν.
Ἔμαθον παρὰ τοῦ ἀγαπητοῦ μονάζοντος Παύλου, ὅτι παραιτεῖται
ἡ σὴ θεοσέβεια μέχρι σήμερον τὴν κοινωνίαν τὴν πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον
᾽Ιωάννην, διά τινας ἐν τῇ ᾽Αντιοχέων ἐκκλησίᾳ ἢ φρονοῦντας ἔτι τὰ Νεστορίου, ἢ
πεφρονηκότας μέν, ἀποσχομένους δὲ ἴσως. δοκιμασάτω τοίνυν τὸ σὸν ἐπιεικές,
πότερόν ποτε οἱ λεγόμενοι συνάγεσθαι, γυμνῶς καὶ ἀναισχύντως τῷ Νεστορίῳ καὶ
φρονοῦσι καὶ λαλοῦσιν ἑτέρως· ἢ κεκαυτηριασμένην μὲν ἐσχήκασί ποτε τὴν
συνείδησιν, συνάγονται δὲ νῦν μεταμεληθέντες ἐφ’ οἷς συνηρπάγησαν, αἰσχυνόμενοι
δὲ ἴσως ὁμολογεῖν τὸ πταῖσμα· συμβαίνει γάρ τινα τοιαῦτα περὶ τοὺς ἀπατηθέντας
γίνεσθαι. κἂν ἴδῃς συντρέχοντας νῦν τῇ ὀρθῇ πίστει, ἀμνησικάκει περὶ τῶν παρελθόντων.
βουλόμεθα γὰρ μᾶλλον ἀρνουμένους αὐτοὺς ὁρᾶν, ἢ ἀναισχύντῳ γνώμῃ συνηγοροῦντας
ταῖς Νεστορίου κακίαις. ἵνα δὲ μὴ δοκῶμεν τιμᾶν τὸ φιλόνεικον, ἀσπασώμεθα τὴν
πρὸς τὸν εὐλαβέστατον ἐπίσκοπον ᾽Ιωάννην κοινωνίαν, συγχωροῦντες αὐτῷ καὶ
οἰκονομίας ἕνεκα μὴ ἀκριβολογεῖσθαι σφόδρα περὶ τοὺς μεταγινώσκοντας· οἰκονομίας γάρ, ὡς ἔφην, δεῖται τὸ πρᾶγμα πολλῆς.
Τοῦ αὐτοῦ πατρὸς πρὸς Γεννάδιον πρεσβύτερον καὶ
ἀρχιμανδρίτην.
Τὸ μὲν ἔντονον εἰς εὐλάβειαν τῆς σῆς θεοσεβείας οὐ νῦν
ἔγνων, ἀλλ’ ᾔδειν ἔκπαλαι. καὶ ἐπαινῶ γε σφόδρα μετὰ τοιαύτης ἀκριβείας
θέλουσαν ζῆν. ἀλλ’ οἰκονομίαι πραγμάτων ἔσθ’
ὅτε παραβιάζονται βραχὺ τοῦ δέοντος ἔξω
φέρεσθαί τινας, ἵνα τι μεῖζον κερδάνωσιν.
ὥσπερ γὰρ οἱ τὴν θάλασσαν ναυτιλλόμενοι χειμῶνος ἐπικειμένου, καὶ κινδυνευούσης
τῆς νεώς, ἀλύοντες ἀποφορτίζονταί τινα, τοῦ σῶσαι τὰ λοιπά· οὕτω καὶ ἡμεῖς ἐν
τοῖς πράγμασιν, ὅταν μὴ ἐξῇ τὸ λίαν ἀκριβὲς ἀποσῴζειν, παρορῶμέν
τινα, ἵνα μὴ τοῦ παντὸς πάθωμεν ζημίαν, καὶ ταῦτα γράφω μαθών, ὅτι ἡ σὴ
θεοσέβεια λελύπηται εἰς τὸν ὁσιώτατον καὶ θεοσεβέστατον ἀδελφὸν ἡμῶν καὶ
συλλειτουργὸν ἐπίσκοπον Πρόκλον, ὡς λαβόντα πρὸς κοινωνίαν τὸν τῆς Αἰλιέων· ὃν
οἱ μὲν τῆς ἐκκλησίας θεσμοὶ τῆς Παλαιστίνης ἡγούμενον οὐκ ἴσασιν, ἐγείρει δὲ
πρὸς ἀχάλινον τοῦ πράγματος ἐπιθυμίαν φιλοδοξία διάκενος πικρὸν ἔχουσα τὸ
τέλος. μὴ ἀποφευγέτω τοίνυν ἡ σὴ θεοσέβεια τὴν πρὸς τὸν ὁσιώτατον καὶ
θεοφιλέστατον ἐπίσκοπον Πρόκλον κοινωνίαν. μία γὰρ γέγονεν ἡ φροντὶς ἐμοί τε
καὶ τῇ ὁσιότητι αὐτοῦ· καὶ ὁ τῆς οἰκονομίας τρόπος
οὐδενὶ τῶν συνετῶν ἀπήρεσεν.
Τούτων ἀναγνωσθέντων οἱ μοναχοὶ εἶπον· Εἰ κελεύει ἡ ἁγία σύνοδος, κομισθήτω ἡ πρὸς
Ρουφινιανὸν τοῦ ἁγίου Ἀθανασίου ἐπιστολή, καὶ ἀναγνωσθήτω.
Ἡ ἁγία σύνοδος
εἶπε· γενέσθω ἡ αἴτησις τῶν εὐλαβεστάτων μοναχῶν.
Στέφανος ὁ
προειρημένος μοναχὸς ἔχων μετὰ χεῖρας τὴν βίβλον ἀνέγνω.
(Μansi 12, 1030) Τοῦ ἁγίου
Ἀθανασίου πρὸς Ρουφινιανόν.
Κυρίῳ ἀγαπητῷ καὶ ποθεινοτάτῳ συλλειτουργῷ Ρουφινιανῷ
Ἀθανάσιος ἐν κυρίῳ χαίρειν.
Καὶ μετ’ ὀλίγα.
Ἐπειδὴ φιλοκάλως καὶ ἐκκλησιαστικῶς· τοῦτο γὰρ πάλιν
πρέπει τῇ σῇ εὐλαβείᾳ. ἠρώτησας περὶ τῶν δι’ ἀνάγκην ὑποσυρέντων, μὴ φθαρέντων δὲ ἐν τῇ κακοπιστίᾳ. καὶ
ἠθέλησας γράψαι με τὰ δόξαντα ἐν ταῖς συνόδοις καὶ πανταχοῦ περὶ αὐτῶν· γίνωσκε
κύριέ μου ποθεινότατε, ὅτι ἐν ἀρχῇ μὲν παυσαμένης τῆς γενομένης βίας γέγονε
σύνοδος παρόντων καὶ τῶν ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων, γέγονε δὲ καὶ παρὰ τοῖς
τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς, οὐδὲν δὲ ἧττον καὶ τοῖς ἐν Ἱσπανίᾳ καὶ
Γαλλίᾳ. καὶ ἤρεσεν ὅπερ ὧδε, καὶ πανταχοῦ· ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας
συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς
ἔτι τόπον κλήρου. τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, ὑποσυρεῖσι δὲ δι’ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι
μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα
δὲ ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο· καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς
γεγενῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι μὲν εἰς ἀσέβειαν, ἵνα δὲ μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς ἐκκλησίας,
εἵλοντο μᾶλλον συνδραμεῖν τῇ βίᾳ καὶ βαστάσαι τὸ βάρος ἢ λαοὺς ἀπολέσθαι· τοῦτο
δὲ λέγοντες, ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς
τὸν Ἀαρὼν τὸν Μωυσέως ἀδελφὸν ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει,
ἀπολογίαν δὲ ἐσχηκέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον ἐπιμείνῃ τῇ
εἰδωλολατρίᾳ· καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες ἐν τῇ ἐρήμῳ δύνανται
παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον ἐπετρίβοντο, καὶ ηὔξανον ἐν
αὐτοῖς τὴν ἀσέβειαν. τούτου τοίνυν ἕνεκα συγγνωστὸν πρὸς τὸν κλῆρον γέγονε· τοῖς
δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγνώμην διδόναι. ταῦτα καὶ ἐν Ρώμῃ ἐγράφη,
καὶ ἀπεδέξατο ἡ Ρωμαίων ἐκκλησία. ταῦτα καὶ τῇ σῇ εὐλαβείᾳ δηλῶ θαρρῶν, ὅτι τὰ
δόξαντα ἀποδέξεταί σου ἡ θεοσέβεια.
Τούτων ἀναγνωσθέντων, Σάββας ὁ εὐλαβέστατος καὶ οἱ σὺν αὐτῷ μοναχοὶ εἶπον. οὐκ ἔστιν αὕτη
ἡ φωνὴ τοῦ ἁγίου ᾽Αθανασίου μόνον, ἀλλὰ καὶ συνόδων διὰ τὸ λέγειν τὸν αὐτὸν
πατέρα, ὅτι καὶ οἱ Ρωμαῖοι καὶ οἱ ῾Ελλάδος ἀπεδέξαντο· καὶ ὁρίζει τοὺς ἐξ
αἱρέσεως ἐπιστρέφοντας δέχεσθαι μὲν εἰς μετάνοιαν, τὴν ἱερωσύνην δὲ μὴ
ἀπολαμβάνειν.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· οὐ περὶ παντὸς αἱρετικοῦ ἐπιστρέφοντος ἀποφαίνεται ὁ πατὴρ μὴ
δεχθῆναι, ἀλλὰ περὶ τῶν πρωτάρχων τῆς αἱρέσεως, καὶ τῶν ἐμπαθῶς ἐγκειμένων· καὶ ρήμασι μὲν
σχηματιζομένων τὴν ἀλήθειαν ἐπὶ παρουσίᾳ ὀρθοδόξων, περὶ δὲ τὸν νοῦν
κακουργούντων. ὅμως καὶ αὖθις ἀναγνωσθήτω ἡ αὐτὴ πρὸς Ρουφινιανὸν ἐπιστολὴ τοῦ
αὐτοῦ πατρός.
Ἀναγινωσκομένου δὲ τοῦ χωρίου τοῦ λέγοντος· ὥστε τοῖς
μὲν καταπεπτωκόσι καὶ προϊσταμένοις τῆς ἀσεβείας συγγινώσκειν μὲν μετανοοῦσι,
μὴ διδόναι δὲ αὐτοῖς ἔτι τόπον κλήρου. τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας,
ὑποσυρεῖσι δὲ δι’ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ τὸν
τόπον τοῦ κλήρου. μάλιστα δὲ ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο.
(Μansi 12, 1031) Οἱ εὐλαβέστατοι
μοναχοὶ εἶπον. ἰδοὺ καθὼς προέφημεν,
ὁ πατὴρ οὐ δέχεται εἰς ἱερωσύνην τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· οὐκ ἔστιν οὕτως, καθὼς νοεῖτε· ὁ μὲν γὰρ πατὴρ τοὺς μὴ
αὐθεντήσαντας τῆς αἱρέσεως, ἀλλ’
ὑποσυρέντας καὶ βίαν παθόντας ἀποδέχεται
εἰς ἱερωσύνην. μόνους δὲ τοὺς προϊσταμένους ἢ γεννήτορας τῶν
αἱρέσεων, αὐτοὺς εἰς ἱερωσύνην οὐ προσεδέξατο, εὖγε καὶ καλῶς καὶ δικαίως τοῦτο
ἀποφαινόμενος. καὶ αὖθις, πένταθλον οἶδε τὸν ἅγιον Ἀθανάσιον ἡ ἐκκλησία, ὡς
διωχθέντα εἰς Ρώμην διαφόρως, καὶ ἀτίμῳ φυγῇ ἐξελαθέντα ὑπὸ τῶν προϊσταμένων
τῆς Ἀρειανικῆς αἱρέσεως. ὑποστρέφοντος δὲ αὐτοῦ καὶ
περιγενομένου τῶν ἐκκλησιῶν οἱ ἀντίπαλοι αὐτῷ ὑπεκολλῶντο κατὰ τοὺς καιροὺς μεταβαλλόμενοι. ὅτε δὲ παρρησίαν
ἐλάμβανον ἐκείνου ἀναχωροῦντος, εἰς τὴν προτέραν αἵρεσιν ἐπανήρχοντο, καὶ διωγμὸν κατὰ τῶν εὐσεβῶν ἐκίνουν. διὰ τοῦτο
οἶμαι τὸν πατέρα λέγειν μὴ δέχεσθαι τοὺς τοιούτους εἰς ἱερωσύνην, ὡς
ὑπομείναντα αὐτόν τε καὶ τοὺς ὀρθοδόξους ὑπ’ αὐτῶν τὰ χαλεπά.
Σάββας ὁ
εὐλαβέστατος μοναχὸς εἶπεν· ἀμνησίκακός ἐστιν ὁ ἀνήρ.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· πρόδηλον τοῦτο· οὐδὲ γὰρ κακὸν ἀντὶ κακοῦ ἀπεδίδου τινί· διὰ
δὲ τὸν τοῦ Θεοῦ ζῆλον καὶ ἀσφάλειαν τῆς ἐκκλησίας, ἀπαίδευτον χρηστότατα οὐκ
ἠδύνατο κτᾶσθαι, ἀλλὰ τὰ πρὸς ἐκδίκησιν τοῦ Θεοῦ προετιμᾶτο.
Ἰωάννης ὁ
εὐλαβέστατος μοναχὸς καὶ τοποτηρητὴς τῶν ἀνατολικῶν ἀρχιερέων εἶπε· καλῶς
ἀνεγνώσθη ὁ ὅρος οὗτος εἰς ἀσφάλειαν τῶν ἀκουόντων.
Οἱ μοναχοὶ ἀναλαβόντες
εἶπον· ἀλλὰ τοὺς παρασυρέντας καὶ βίαν παθόντας ὁ πατὴρ προσίεται· εἰπάτωσαν
οὖν, εἰ παρεσύρησαν, ἢ βίαν ὑπέμειναν, ὅτε ἀπέστησαν τῆς ἀληθείας.
Ὑπάτιος καὶ οἱ σὺν
αὐτῷ ἐπίσκοποι εἶπον· ὅτι ἡμεῖς οὔτε
βίαν ὑπεμείναμεν, οὐδὲ παρεσύρημεν, ἀλλ’ ἐν ταύτῃ
τῇ αἱρέσει ἡμῶν γεννηθέντες ἀνετράφημεν καὶ ηὐξήθημεν.
Θεόδωρος ὁ
θεοφιλέττατος ἐπίσκοπος Κατάνης, καὶ οἱ σὺν αὐτῷ ὁσιώτατοι ἐπίσκοποι Σικελίας
μετὰ Ἐπιφανίου διακόνου Κατάνης τὸν τόπον ἐπέχοντες Θωμᾶ ἐπισκόπου Σαρδινίας,
εἶπον· ὅτι οἱ ἀναγνωσθέντες κανόνες τῶν ἁγίων πατέρων περί τε Ναυατιανῶν καὶ
Ἐγκρατιτῶν καὶ Ἀρειανῶν εἴρηνται· ταύτης δὲ τῆς
αἱρέσεως τοὺς ἡγήτορας μετὰ τίνων τάξομεν;
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· εὑρίσκομεν καὶ Μανιχαίους μὴ δεξαμένους εἰκόνας, καὶ
Μαρκιωνιστάς, καὶ τοὺς συγχυτικοὺς τῶν Χριστοῦ φύσεων· ὧν πρῶτος Πέτρος ὁ
Κναφεύς, καὶ Ξεναίας ὁ Ἱεραπόλεως, οἱ αἱρετικοί, ἀλλὰ καὶ Σεβῆρος.
Ἐπιφάνιος διάκονος
τῆς ἐκκλησίας Κατάνης, καὶ τοποτηρητὴς Θωμᾶ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου
Σαρδινίας εἶπεν· ἐλάττων ἐστὶ τῶν προγεγενημένων αἱρέσεων ἡ νυνὶ καινοτομηθεῖσα
ἢ ὑπερτέρα;
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· τὸ κακὸν ἤδη κακόν ἐστι, καὶ μάλιστα ἐκκλησιαστικῶν πραγμάτων·
τὸ γὰρ ἐπὶ
δόγμασιν εἴτε μικροῖς (Μansi 12, 1034) εἴτε μεγάλοις ἁμαρτάνειν, ταυτόν ἐστιν,
ἐξ ἀμφοτέρων γὰρ ὁ νόμος τοῦ Θεοῦ ἀθετεῖται.
Ἰωάννης ὁ
εὐλαβέστατος μοναχὸς καὶ τοποτηρητὴς τῶν ἀνατολικῶν θρόνων εἶπεν· ἡ αἵρεσις
αὕτη χεῖρον πάντων τῶν αἱρέσεών κακόν· καὶ τοῖς εἰκονομάχοις· καί κακή [κακῶν
κακίστη] ὡς τὴν οἰκονομίαν τοῦ σωτῆρος ἀνατρέπουσα.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ὁδηγεῖ ἡμᾶς τὸ ρητὸν τοῦ πατρὸς ἡμῶν Ἀθανασίου, ὅτι ἐὰν ἄλλη
αἰτία τις οὐκ ἐγένετο τῶν εὐλαβεστάτων ἐπισκόπων, ἵνα
δεχθῶσιν.
Ἡ ἁγία σύνοδος
εἶπεν· ἀναγνωσθήτω καὶ τὰ λοιπὰ τῶν χρήσεων.
Ἔτι Κωνσταντῖνος
ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος τοῦ εὐαγοῦς πατριαρχείου ἀνέγνω ἐκ τῶν
πεπραγμένων τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου τῆς ἐν Χαλκηδόνι.
Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι
ἐξεβόησαν. πάντες ἡμάρτομεν, πάντες συγνώμην αἰτοῦμεν.
Καὶ αὖθις Θαλάσσιος,
Εὐσέβιος καὶ Εὐστάθιος οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον· πάντες ἡμάρτομεν, πάντες
συγννώμην αἰτοῦμεν. καὶ μεθ’ ἕτερα.
Καὶ ἀναστὰς ὁ εὐλαβέστατος ἐπίσκοπος Ἰουβενάλιος ἅμα αὐτοῖς μετῆλθεν εἰς τὸ
ἄλλο μέρος· καὶ ἀνεβόησαν οἱ ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι· ὁ Θεὸς καλῶς ἤνεγκέ σε, ὀρθόδοξε,
καλῶς ἦλθες. καὶ μεθ’ ἕτερα πλεῖστα.
Οἱ Ἰλλυρικιανοὶ
εὐλαβέστατοι ἐπίσκοποι εἶπον· πάντες
ἐσφάλημεν, πάντες συγγνώμην ἐξαιτοῦμεν.
Σάββας ὁ
εὐλαβέστατος μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίων εἶπεν· εἰ δοκεῖ τῇ ἁγίᾳ συνόδῳ,
ἴδωμεν τὰς χειροτονίας τῶν δεχθέντων, εἰ ἀπὸ αἱρετικῶν ἦσαν ἢ οὔ.
Ἡ ἁγία σύνοδος
εἶπε· ζητεῖτε ἐν τοῖς ἑξῆς καὶ περὶ τῆς χειροτονίας.
Ἀντώνιος ὁ
εὐλαβέστατος μοναχὸς ἀνέγνω.
Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Ρουφίνου πρεσβυτέρου
Ρώμης.
Εὐσέβιος ἐν Ἀλεξανδρείᾳ γενόμενος εὑρίσκει σύνοδον
κροτουμένην περὶ τῆς αὐτῆς ὑποθέσεως, ὀλίγων μὲν ὄντων τῶν συνελθόντων, χάριτι
δὲ τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας τὰ μέγιστα πράττειν καὶ λέγειν δυναμένων. ἔνιοι
γοῦν ζήλῳ τῆς εὐσεβείας ἔλεγον, μὴ θέμις τοῖς δεξαμένοις Ἄρειον κοινωνεῖν·
ἔνιοι δὲ ἐβουλεύοντο πάντας δέχεσθαι μετανοοῦντας καὶ ἀναθεματίζοντας,
ἵνα μὴ πολλὰ πλήθη ἀνθρώπων ἀπόλλωνται·
λέγοντες, ὅτι οὐκ ὀφείλομεν τὰ ἑαυτῶν ζητεῖν, ἀλλὰ τὸ πολλοῖς συμφέρον, καθὼς
καὶ ὁ Χριστὸς ποιεῖ σταυρωθεὶς ὑπὲρ ἡμῶν, ἵνα σώσῃ τῶν ἀνθρώπων τὸ γένος· οὔτε
γὰρ μόνοις ἡμῖν τὴν βασιλείαν τῶν οὐρανῶν πρεσβεύειν ὀφείλομεν, ἀλλὰ καὶ
ἑτέροις πολλοῖς· ὅπου καὶ τὸν υἱὸν τὸν ἐν ἀσωτίᾳ βιώσαντα, μετανοήσαντα ὁ πατὴρ
προσεδέξατο· καὶ συλλήβδην εἰπεῖν, τῆς ἱερωσύνης αὐτῷ μετεῖναι τὸ ἀξίωμα
βουλόμενος, τὴν σφραγῖδα ἐν τῷ δακτυλίῳ δίδωσι, καὶ τὴν στολὴν περιθέσθαι
ποιεῖ. ἐκράτησε γοῦν αὐτὸς ὁ κανὼν ἐκ τῆς (Μansi 12, 1035) εὐαγγελικῆς
αὐθεντίας συνεσφιγμένος, καὶ τυποῦσιν Ἀστέριον μὲν ἐν ταῖς κατὰ τὴν ἀνατολὴν
ἐκκλησίαις περὶ τούτου πρεσβεύειν, Εὐσέβιον δὲ ταῖς ἐπὶ τῆς δύσεως. προσετέθη
δὲ κατὰ τήνδε τὴν σύνοδον καὶ τὰ περὶ τοῦ ἁγίου πνεύματος, διὰ τὸ ἀναφυῆναι
πάλιν τοὺς χωρίζοντας αὐτὸ τῆς δοξολογίας.
Κωνσταντῖνος ὁ
εὐλαβέστατος διάκονος καὶ νοτάριος ἀνέγνω.
Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους.
Φωτεινὸς ὁ τοῦ
Σιρμίου γενόμενος ἐπίσκοπος μαθητὴς ἦν Μαρκέλλου τοῦ ᾽Αγκύρας, καὶ αὐτὸς ψιλὸν
ἄνθρωπον τὸν κύριον ἔλεγεν ὡς καὶ Μάρκελλος.
Καὶ αὖθις ὁ αὐτὸς
ἀνέγνω ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας [Σωκράτους].
Οἱ δὲ ἐν Σαρδικῇ ἐρήμην αὐτῶν κατεδιῄτησαν, ὅρον δὲ
πίστεως τὸν ἐν Νικαίᾳ ἐκύρωσαν, καὶ τὸ ἀνόμοιον ἐκβάλλουσι καὶ ἀναθεματίζουσιν·
ἀποδιδόασι δὲ τοὺς θρόνους Παύλῳ καὶ Ἀθανασίῳ, ἔτι γε μὴν καὶ Μαρκέλλῳ τῷ
Ἀγκύρας ἀπολογουμένῳ καὶ λέγοντι, ὡς οὐκ ἐνοήθησαν ἅπερ ἐν βίβλοις ἐξέθετο·
ἐπεὶ ὅτι αὐτὸς τοὺς λέγοντας ψιλὸν ἄνθρωπον τὸν κύριον ἀποστρέφεται.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ῎Ηδη πλεῖσται κανονικαὶ βίβλοι, καὶ συνοδικαὶ καὶ πατρικαὶ
ἀνεγνώσθησαν· καὶ τοὺς ἐξ αἱρέσεως ἐπιστρέφοντας ἐδίδαξαν ἡμᾶς δέχεσθαι, ἐάν τις αἰτία πονηρὰ
οὐκ ἔστιν ἐν αὐτοῖς.
Ἡ ἁγία σύνοδος
εἶπε· καλῶς ἐποίησας, δέσποτα, διά τε ἐπιστολῶν καὶ συνοδικῶν συγγραμμάτων
διδάξας ἡμᾶς τὴν τῶν αἱρετικῶν ἀποδοχὴν ἐπιγινώσκειν.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· τοῦ ἁγίου Ἀθανασίου τὸ ἀναγνωσθὲν καὶ πάλιν ἀναγνωσθήτω.
Ἡ ἁγία σύνοδος
εἶπεν· ἀναγνωσθήτω κατὰ τὴν κέλευσιν τοῦ ἁγίου πατρὸς ἡμῶν.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἐξ αἰτήσεως τῶν εὐλαβεστάτων μοναχῶν ἀναγνωσθήτω.
Στέφανος ὁ
εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω τοῦ ἁγίου Ἀθανασίου πρὸς
Ρουφινιανόν, ὡς προγέγραπται.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· καθὼς προειρήκαμεν, οὕτως ἐστὶν ὁ νοῦς τοῦ πατρὸς ἡμῶν.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· ἡμεῖς καὶ πρώην εἴπομεν οἱ ἀνάξιοι δοῦλοι τῆς ἁγιωσύνης ὑμῶν, ὅτι εἴ
τινα δέχονται αἱ ἅγιαι καὶ οἰκουμενικαὶ σύνοδοι, εἰ μή τί ἐστι τὸ ἀντιπράττον,
δεχόμεθα.
Πέτρος ὁ
θεοφιλέστατος πρεσβύτερος καὶ τὸν τόπον ἐπέχων τῆς ἀποστολικῆς καθέδρας
Ἀδριανοῦ πάπα Ρώμης εἶπε· τοῦτο εὔδηλόν ἐστι. καὶ γὰρ ἐν Ρώμῃ ἐξόριστος ἦν Μακάριος ὁ αἱρετικὸς ὑπὸ τῆς ἁγίας
ἕκτης συνόδου· καὶ τεσσαράκοντα ἡμερῶν ἔδωκεν αὐτῷ διορίαν ὁ ἐν ἁγίοις
πατὴρ ἡμῶν πάπας Βενέδικτος, καὶ καθ’ ἡμέραν ἀπέλυε πρὸς αὐτὸν Βονιφάτιον τὸν
κονσιλιάριον αὐτοῦ, καὶ (Μansi 12, 1037) νουθετικοῖς
ρήμασιν ἐδίδασκεν αὐτὸν ἐκ τῆς θείας γραφῆς· καὶ οὐδέποτε ἠθέλησε διορθώσασθαι.
τοῦτο δὲ ἐποίει πεῖσαι αὐτὸν καὶ δέξασθαι.
Ἡ ἁγία σύνοδος
εἶπεν· εἰ μὲν ὁλοψύχως κατάθοινται οἱ ἐξεταζόμενοι ἐπίσκοποι, χάρις τῷ Θεῷ καὶ
αὐτοῖς. εἰ δὲ ὑπουλότητα ἔχουσι, κρινεῖ ἐπ’
αὐτῶν ὁ Θεός, ὡς ἐπὶ Ἀρείου καὶ Νεστορίου, καὶ τῶν ὁμοίων αὐτοῖς.
Οἱ ἐξεταζόμενοι ἐπίσκοποι
ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες ὅτι οὐκ ἐσμὲν ἐν ὑπουλότητι· ἀλλ’ ἐὰν μὴ
ὁμολογῶμεν καθὼς ἡ καθολικὴ ἐκκλησία, ἀνάθεμα ἔχομεν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ
υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἐχώμεθα τῶν προκειμένων.
Πέτρος ὁ θεοφιλέστατος
πρεσβύτερος καὶ τὸν τοποτηρητὴς Ἀδριανοῦ τοῦ ἁγιωτάτου Ρώμης, εἶπεν, ὥσπερ
φασιν οἱ ἱστορικοί, ὁ ἅγιος Μελέτιος ὑπὸ τῶν Ἀρειανῶν ἐχειροτονήθη, καὶ ἀνῆλθεν ἐπὶ τοῦ
ἄμβωνος, καὶ ἐκήρυξε τὸ ὁμοούσιον· ἡ δὲ χειροτονία οὐκ ἀπεδοκιμάσθη.
Θεόδωρος ὁ ὁσιώτατος
ἐπίσκοπος Κατάνης καὶ οἱ σὺν αὐτῷ ἐπίσκοποι Σικελίας εἶπον. ἀληθῶς εἴρηκεν ὁ
πρωτοπρεσβύτερος τῆς ἀποστολικῆς καθέδρας.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· Κατ’ οὐδὲν τοὺς πατέρας εὑρίσκομεν διαφωνοῦντας, ἀλλ’ ὡς τοῦ αὐτοῦ πνεύματος ὄντες πάντες τὸ αὐτὸ
κηρύττουσι καὶ διδάσκουσιν. ἀλλ᾽ ὡς οἰκονομίαν
τινα ἐπινοῶν ὁ πατὴρ ἡμῶν Ἀθανάσιος,
οὕτως ἐξέθετο. ὅθεν ἔκρινεν αὐτοὺς δέχεσθαι εἰς τὸν κλῆρον, ὅσοι οὐκ εἰσὶ διδάσκαλοι τῆς
αἱρέσεως.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· εἴ τι ἐκρίθη ἀναμέσον τῆς ἁγίας ὑμῶν συνόδου, δεχόμεθα.
Ἡ ἁγία σύνοδος
εἶπεν· ἐλπίζομεν, ὅτι μετὰ τὴν σύνοδον οὐδεὶς διαστραφήσεται, καθότι ἐν ταῖς
καταθέσεσιν αὐτῶν ἑαυτοὺς οἱ ἐπίσκοποι ἀνεθεμάτισαν· ὅτι ἐὰν ἐπιστρέψωμεν ἐπὶ
τὴν προτέραν αἵρεσιν, ἀναθεματισμένοι καὶ καθῃρημένοι ἐσμέν.
Κωνσταντῖνος ὁ
θεοφιλέστατος ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπε· πανίερε δέσποτα, εἰ μὲν
ἐπιφέρονται λιβέλλους, ἐπιδιδότωσαν. εἰ δὲ μή, ποιήτωσαν. καὶ εἶθ’ οὕτως κρινεῖ
ἡ ἁγία σύνοδος ἐπ’ αὐτοῖς.
Οἱ δὲ ἔφασαν·
ἔχομεν τοὺς λιβέλλους ἑτοίμους, καὶ δώσομεν αὐτούς.
Οἱ ἐνδοξότατοι ἄρχοντες
εἶπον· ἔχουσι τοὺς λιβέλλους αὐτῶν μετὰ χεῖρας, καὶ ἕτοιμοί εἰσι τοῦ ἐπιδοῦναι.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἐν τῷ τέως τὰ ὑπόλοιπα περὶ τῆς προκειμένης ζητήσεως τῶν
ἁγίων κανόνων ἀναγνωσθήτω.
Κοσμᾶς ὁ
εὐλαβέστατος διάκονος καὶ νοτάριος [καὶ κουβουκλείσιος] τοῦ εὐαγοῦς
πατριαρχείου ἀνέγνω·
Ἐκ τοῦ βίου τοῦ ὁσίου πατρὸς ἡμῶν Σάββα.
Τῆς τοίνυν ἁγίας καὶ οἰκουμενικῆς πέμπτης συνόδου τῆς
ἐν Κωνσταντινουπόλει συναθροισθείσης, κοινῷ καὶ καθολικῷ καθυπεβλήθησαν
ἀναθέματι Ὠριγένης τε, καὶ Θεόδωρος ὁ Μοψουεστίας, καὶ τὰ (Μansi 12, 1039) περὶ προϋπάρξεως καὶ ἀποκαταστάσεως Εὐαγρίῳ καὶ Διδύμῳ
εἰρημένα, παρόντων τῶν τεσσάρων πατριαρχῶν, καὶ τούτοις συναινούντων. τοῦ
μέντοι θεοφυλάκτου ἡμῶν βασιλέως ἀποστείλαντος ἐν Ἱεροσολύμοις τὰ ἐν τῇ συνόδῳ
πραχθέντα καὶ πάντων τῶν κατὰ Παλαιστίνην ἐπισκόπων χειρὶ καὶ στόματι ταῦτα
βεβαιωσάντων καὶ κυρωσάντων, πλὴν Ἀλεξάνδρου τοῦ Ἀβίλλης, καὶ διὰ τοῦτο τῆς
ἐπισκοπῆς ἐκβληθέντος, καὶ ἐν τῷ Βυζαντίῳ ὑπὸ σεισμοῦ καταχωσθέντος· οἱ μὲν Νεολαυρῖται τῆς καθολικῆς ἑαυτοὺς ἐχώρισαν κοινωνίας·
ὁ δὲ πατριάρχης Εὐστόχιος διαφόρως αὐτοὺς μεταχειρισάμενος καὶ ἐπὶ ὀκτὼ μῆνας τῇ
πρὸς αὐτοὺς νουθεσίᾳ καὶ παρακλήσει
χρησάμενος, καὶ μὴ πείσας αὐτοὺς τῇ καθολικῇ κοινωνῆσαι ἐκκλησίᾳ,
βασιλικαῖς κελεύσεσι χρησάμενος, δι’ Ἀναστασίου τοῦ δουκὸς τῆς Νέας Λαύρας
αὐτοὺς ἐξέωσε,
καὶ τὴν ἐπαρχίαν πᾶσαν τῆς αὐτῶν ἠλευθέρωσε λύμης.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ὁρᾶτε ὅτι ὀκτὼ μῆνας διετέλεσεν ὁ ἀρχιεπίσκοπος
παρακαλῶν καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς, καίτοι γε εἰδὼς αὐτοὺς προαναθεματισθέντας ἐν τῇ συνόδῳ. τοιγαροῦν ἤδη ἠνωτισάμεθα τὰς
κανονικὰς διατάξεις, καὶ τὰ συνοδικὰ παραγγέλματα, καὶ τῶν ἁγίων πατέρων τὴν
ἀκρίβειαν· καὶ πάντες ὁμοφρόνως τοὺς προσερχομένους ἀπὸ αἱρέσεως τῆς οἱασοῦν
ἀπεδέξαντο.
Ἡ ἁγία σύνοδος
εἶπεν· οὕτως ἀληθῶς ἔχει, εἰ ἑτέρα κανονικὴ αἰτία οὐκ ἔστιν ἡ κωλύουσα.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· οὕτω στοιχεῖ πᾶσιν, ἵνα δεξώμεθα αὐτούς;
Η ἁγία σύνοδος
εἶπε· στοιχεῖ πᾶσιν.
Οἱ εὐλαβέστατοι μοναχοὶ
ἐξεβόησαν· καὶ ἡμῖν ἀρέσκει.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· καὶ πάλιν λέγομεν· ἐὰν ἑτέρα κανονικὴ αἰτία ἡ καθαιροῦσα τὸν
προσερχόμενον οὐκ ἔστι, δεχθήσεται· πάντως γὰρ χρὴ τὰς κανονικὰς διατάξεις
φυλάττεσθαι.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον, ὅτι κατὰ τὰς ἓξ ἁγίας καὶ οἰκουμενικὰς συνόδους δεχόμεθα τοὺς ἐξ
αἱρέσεως ἐπιστρέφοντας, μὴ οὔσης τινὸς αἰτίας ἀπηγορευμένης ἐν αὐτοῖς.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· καὶ ἡμεῖς πάντες οὕτως ὁρίζομεν διδαχθέντες παρὰ τῶ ἁγίων
πατέρων ἡμῶν.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· ἐάν τινες ἀπελείφθησαν τῆς ἁγίας συνόδου μοναχοί, τί περὶ αὐτῶν γίνεται;
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· πείσομεν αὐτοὺς ἐκ τῶν προαναγνωσθέντων κανόνων. ὅμως τίνος
ἕνεκεν οὐκ ἀπήντησαν τῇ ἁγίᾳ ταύτῃ συνόδῳ;
Σάββας ὁ
εὐλαβέστατος μοναχὸς εἶπεν· οὐκ οἶδα, ἀλλὰ καθ’ ἑαυτούς εἰσιν.
Εὐθύμιος ὁ
θεοφιλέστατος ἐπίσκοπος Σάρδεων εἶπε· καθὼς ἤδη παρεκαλέσαμεν, ἐλθέτωσαν αἱ
βίβλοι καὶ ἀναγνωσθήτωσαν· καὶ ἴδωμεν, εἰ δεῖ δέχεσθαι τοὺς ἀπὸ αἱρετικῶν
χειροτονηθέντας.
Κωνσταντῖνος ὁ
εὐλαβέστατος διάκονος καὶ νοτάριος εἶπεν· ἐπειδὴ ἐκελεύσατε περὶ τῶν χειροτονηθέντων
ὑπὸ αἱρετικῶν ἀναγνωσθῆναι χρήσεις, μετὰ χεῖρας ἔχομεν τὰς βίβλους, καὶ εἰ
κελεύετε, ἀναγνωσθήτωσαν.
(Μansi 12, 1042) ῾Η ἁγία σύνοδος εἶπεν· ἀναγνωσθήτωσαν.
Στέφανος ὁ
εὐλαβέστατος μοναχὸς καὶ βιβλιοφύλαξ ἀνέγνω·
Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Ρουφίνου.
Τοῦτον μὲν οὖν τὸν ἐμφύλιον διωγμὸν βραχὺν ὄντα
πρότερον εἰς τὴν ἐπισκοπὴν παρελθὼν Μακεδόνιος ηὔξησεν. Ἀκάκιος δὲ καὶ
Πατρόφιλος Μάξιμον τὸν Ἱεροσολύμων ἐξιώσαντες, Κύριλλον ἀντεκατέστησαν. καὶ
μετὰ τοῦτο Κοσμᾶς ὁ εὐλαβέστατος διάκονος καὶ νοτάριος καὶ κουβουκλείσιος τοῦ
εὐαγοῦς πατριαρχείου ἀνέγνω.
Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου ᾽Αναγνώστου,
βιβλίου πέμπτου.
Διόσκορος γὰρ παρὰ τὸ τοῖς κανόσι δοκοῦν
ἑαυτῷ τὴν χειροτονίαν ἐπιτρέψας τῆς κατὰ Κωνσταντινούπολιν ἐπισκοπῆς,
προχειρίζεται εἰς τὴν αὐτῆς προεδρίαν Ἀνατόλιόν τινα τὸν τῆς Ἀλεξανδρέων
ἐκκλησίας τὰς ἀποκρίσεις ἐν Κωνσταντινουπόλει ποιούμενον, ἔχων παρευθὺς καὶ
Εὐτυχῆ συλλειτουργοῦντα. πρὸς ὃν Ἀνατόλιος χαριέντως ἔφη· [τὸ γὰρ
μέλλον ἠγνόει]· ὅπου περιπεπάτηκας, ἡγίακας. ἐπράττετο δὲ ταῦτα κατὰ τὴν
ὑπατείαν Πρωτογένους, καὶ Ἀστερίου.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης, εἶπε· τί λέγετε περὶ
Ἀνατολίου; οὐχὶ ἔξαρχος τῆς ἁγίας τετάρτης συνόδου ἐγεγόνει; καὶ ἰδοὺ ὑπὸ Διοσκόρου τοῦ δυσσεβοῦς κεχειροτόνητο παρόντος
καὶ Εὐτυχοῦς. καὶ ἡμεῖς γοῦν δεχώμεθα τοὺς ἀπὸ αἱρετικῶν χειροτονηθέντας, ὡς
καὶ Ἀνατόλιος ἐδέχθη. καὶ αὖθις ἀληθῶς
φωνὴ Θεοῦ ἐστιν, ὅτι οὐκ ἀποθανοῦνται τέκνα ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος τῇ ἰδίᾳ
ἁμαρτίᾳ ἀποθανεῖται· καὶ ὅτι ἐκ τοῦ Θεοῦ ἐστιν ἡ χειροτονία. ἐπειδὴ
δέ τινες τυχὸν ἀμφιβάλλουσι περὶ Ἀνατολίου, ἀναγνωσθήτω τὰ περὶ αὐτοῦ.
Κοσμᾶς μοναχός,
διάκονος καὶ κουβουκλείσιος τοῦ εὐαγοῦς πατριαρχείου, ἀνέγνω·
Προοίμιον τῆς ἐν Χαλκηδόνι ἁγίας καὶ οἰκουμενικῆς
συνόδου.
Συνελθούσης δὲ καὶ τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου
τῆς κατὰ θεῖον θέσπισμα ἐν τῇ Χαλκηδονέων πόλει συναθροισθείσης. τουτέστι
Πασχασίνου καὶ Λουκινσίου τῶν εὐλαβεστάτων ἐπισκόπων, καὶ Βονιφατίου τοῦ
εὐλαβεστάτου πρεσβυτέρου, ἐπεχόντων τὸν τόπον τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς
πρεσβυτέρας Ρώμης Λέοντος· καὶ Ἀνατολίου τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου τῆς
μεγαλωνύμου Κωνσταντινουπόλεως νέας Ρώμης.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· καὶ τοῦτο δεχόμεθα.
Ἔτι Κωνσταντῖνος
διάκονος καὶ νοτάριος ἀνέγνω·
Ἐκ τοῦ βίου τοῦ ὁσίου πατρὸς ἡμῶν Σάββα.
Φλαυιανοῦ τοίνυν καὶ Ἠλία τῶν πατριαρχῶν ἐν Σιδῶνι, ὡς
εἴρηται, γεγονότων καὶ γράμμασι κολακευτικοῖς τε καὶ οἰκονομικοῖς πρὸς βασιλέα
χρησαμένων, καὶ τὴν ἐν Σιδῶνι κατὰ τῆς ὀρθῆς πίστεως συναθροιζομένην σύνοδον
διαλυσάντων καὶ (Μansi
12, 1043) εἰς τοὺς οἰκείους θρόνους ἐπανελθόντων, ἀγανακτήσαντες
οἱ περὶ Σωτήριχον καὶ Φιλόξενον εἰς ὀργὴν ἄσχετον ἐκίνησαν τὸν βασιλέα, ὡς
ἀπατηθέντα ὑπὸ τῆς τῶν πατριαρχῶν πανουργίας καὶ προσποιήσεως· καὶ λαβόντες ἣν
ἤθελον ἐξουσίαν καὶ χρυσίον ἱκανὸν τῷ Ἀντιοχείας δήμῳ διαδιδόντες, καὶ
πολυτρόπως θλίψαντες τὸν Φλαυιανόν, καὶ τρόπον τινὰ ἀποπνίξαντες, καὶ
καταναγκάσαντες τὴν ἐν Χαλκηδόνι σύνοδον ἀναθεματίσαι, οὕτως αὐτὸν τῆς
ἐπισκοπῆς ἐξεώσαντες, ὑπερορίᾳ κατεδίκασαν. καὶ γνοὺς ὁ βασιλεύς, καὶ περιχαρὴς
γεγονώς, Σεβῆρον τὸν τῶν ᾽Ακεφάλων ἔξαρχον ἐπίσκοπον ᾽Αντιοχείας ἀπέστειλεν.
ὅστις Σεβῆρος τῆς πατριαρχίας δραξάμενος πολλὰ μὲν δεινὰ τοῖς μὴ κοινωνοῦσιν
αὐτῷ ἐπεδείκνυτο, ἀποστέλλει δὲ τὰ ἑαυτοῦ συνοδικὰ τῷ ἀρχιεπισκόπῳ Ἠλίᾳ· καὶ μὴ
δεχθεὶς κινεῖ εἰς ὀργὴν τὸν βασιλέα. καὶ πάλιν ἀποστέλλει τὰ αὐτὰ συνοδικὰ εἰς
Ἱεροσόλυμα τῷ Μαΐῳ μηνὶ τῆς ἕκτης ἰνδικτιῶνος μετά τινων κληρικῶν καὶ δυνάμεως
βασιλικῆς. καὶ τοῦτο γνοὺς ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Σάββας ἀνελθὼν ἐν τῇ ἁγίᾳ
πόλει μετὰ τῶν ἄλλων τῆς ἐρήμου ἡγουμένων, τοὺς μὲν ἐλθόντας μετὰ τῶν συνοδικῶν
Σεβήρου τῆς ἁγίας ἀπεδίωξαν πόλεως, τὸ δὲ πλῆθος τῶν μοναχῶν πάντοθεν συνάξας,
ἔμπροσθεν τοῦ ἁγίου Κρανίου μετὰ τῶν ῾Ιεροσολυμιτῶν ἔκραζον λέγοντες· ἀνάθεμα
Σεβήρῳ καὶ τοῖς κοινωνοῦσιν αὐτῷ. παρόντων
ἔτι καὶ ἀκουόντων τῶν τε μαγιστριανῶν, καὶ ἀρχόντων, καὶ στρατιωτῶν τῶν ὑπὸ τοῦ
βασιλέως ἀποσταλέντων. οὗτος γὰρ ὁ Σεβῆρος ἀλαζονείᾳ δεινῇ κρατηθείς, καὶ
βασιλικῇ δυναστείᾳ ἐπερειδόμενος, τὴν ἐν Χαλκηδόνι σύνοδον μυρίοις καθυπέβαλεν
ἀναθέμασι, καὶ τὴν Εὐτυχοῦς ἑτεροδοξίαν κρατῦναι φιλονεικῶν, μίαν τοῦ δεσπότου
Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ μετὰ τὴν ἐκ παρθένου σάρκωσίν τε καὶ ἐνανθρώπησιν
ἐκήρυττε φύσιν φθαρτήν. καὶ φιλοτάραχος ὤν, πολλὰς καινοτομίας ἀνεπλάσατο κατὰ
τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ θεσμῶν. τὴν γὰρ ἀσεβεστάτην τε καὶ λῃστρικωτάτην
ἐν Ἐφέσῳ δευτέραν σύνοδον ἀποδέχεται, καὶ ὁμοίαν εἶναι λέγει ταύτην τῇ πρότερον
ἐν τῇ αὐτῇ Ἐφέσῳ συνελθούσῃ· καὶ ἴσους ἐν διδασκάλοις ἀποφαίνεται Κύριλλόν τε
τὸν θεοφόρον τῆς Ἀλεξανδρέων ἀρχιεπίσκοπον, καὶ Διόσκορον τὸν εἰς κοινωνίαν
δεξάμενον Εὐτυχῆ τὸν αἱρετικὸν ὡς ὁμόφρονα, καὶ τὸν ἁγιώτατον καὶ ὀρθοδοξότατον
Φλαυιανὸν τὸν τῆς βασιλίδος πόλεως ἀρχιεπίσκοπον καθελόντα καὶ κατακτείναντα.
καὶ οὕτω τῇ ἀσεβείᾳ προκόπτων ὁ αὐτὸς Σεβῆρος ἠκόνησεν εἰς βλασφημίαν Θεοῦ τὴν
ἑαυτοῦ γλῶσσαν, καὶ διεῖλεν ἐν τοῖς ἑαυτοῦ λόγοις τὴν ἐν τριάδι μίαν καὶ
ἀδιαίρετον θεότητα. λέγων γὰρ καὶ διαβεβαιούμενος εἶναι τὴν ὑπόστασιν φύσιν,
καὶ τὴν φύσιν ὑπόστασιν, καὶ μηδεμίαν διαφορὰν ἐν τούτοις γινώσκων τοῖς
ὀνόμασι, τὴν ἁγίαν καὶ προσκυνητὴν καὶ ὁμοούσιον τριάδα τῶν θείων ὑποστάσεων,
τριάδα φύσεων καὶ θεοτήτων καὶ Θεῶν λέγειν τετόλμηκε. τὸν τοιοῦτον τοίνυν
ψυχοφθόρον καὶ λυμεῶνα ὁ βασιλεὺς Ἀναστάσιος ἠνάγκασε τὸν ἀρχιεπίσκοπον Ἠλίαν
κοινωνικὸν εἰσδέξασθαι. τοῦ δὲ μηδόλως τοῦτο πρᾶξαι καταδεξαμένου, ὑπερζέσας τῷ
θυμῷ ὁ βασιλεὺς ἀπέστειλεν Ὀλύμπιόν τινα Καισαρέα τὸ δουκάτον ἔχοντα
Παλαιστίνης, συναποστείλας αὐτῷ τὴν ἀπὸ Σιδῶνος γραφεῖσαν οἰκονομικὴν ἐπιστολὴν
καθομολογοῦσαν μὴ (Μansi
12, 1046) προσίεσθαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρὸς τὸ πᾶσι
τρόποις τὸν Ἠλίαν τῆς ἐπισκοπῆς ἐξεῶσαι. ὅστις Ὀλύμπιος μετὰ δυνάμεως βασιλικῆς
παραγενόμενος, καὶ πολλοῖς τρόποις καὶ μηχανήμασι χρησάμενος, καὶ τὴν εἰρημένην
ἐπιστολὴν ἐμφανίσας Ἠλίαν μὲν τῆς ἐπισκοπῆς ἐξέωσε, καὶ εἰς τὸν Αἰλίαν
περιώρισεν, Ἰωάννην δὲ τὸν Μαρκιανοῦ υἱόν, συνθέμενον τόν τε Σεβῆρον κοινωνικὸν
εἰσδέξασθαι, καὶ τὴν σύνοδον Χαλκηδόνος ἀναθεματίσαι, ἐπίσκοπον ῾Ιεροσολύμων
πεποίηκε τῇ τρίτῃ τοῦ Σεπτεμβρίου μηνός, ἀρχῇ τῆς ἑνδεκάτης ἰνδικτιῶνος. γνοὺς
δὲ ὅ, τε ἡγιασμένος Σάββας, καὶ οἱ λοιποὶ τῆς ἐρήμου πατέρες, ταῦτα συνθέμενον
τὸν ᾽Ιωάννην, συναχθέντες διεμαρτύραντο αὐτῷ, Σεβῆρον εἰς κοινωνίαν μὴ
δέξασθαι, ἀλλ’ ὑπὲρ τῆς ἐν Χαλκηδόνι συνόδου προκινδυνεύειν, ἔχοντα πάντας
συμμαχοῦντας. καὶ οὕτως ὁ ᾽Ιωάννης ὅσα ὑπέσχετο τῷ δουκὶ ποιεῖν, παρέβη, τοὺς
πατέρας ὑφορώμενος. Ἀναστάσιος δὲ ὁ βασιλεὺς γνοὺς τὸν Ἰωάννην τὰς συνθήκας
ἠθετηκότα καὶ ἀπομανείς, τοῦ Ὀλυμπίου ἐκποδὼν γεγονότος, ἀποστέλλει Ἀναστάσιον
τὸν Παμφίλου τὸ δουκάτον ἔχοντα Παλαιστίνης, ἐπὶ τῷ παρασκευάσαι τὸν Ἰωάννην,
Σεβῆρον εἰς κοινωνίαν δέξασθαι, καὶ τὴν σύνοδον Χαλκηδόνος ἀναθεματίσαι, ἢ τῆς
ἐπισκοπῆς αὐτὸν ἐξεῶσαι. ὅστις ἐλθὼν εἰς Ἱεροσόλυμα, αἰφνιδιάζει τὸν
ἀρχιεπίσκοπον, καὶ βάλλει αὐτὸν εἰς τὴν δημοσίαν πρόοδον, ὅπου ἦν φυλακή.
πάντες δὲ οἱ τῆς ἁγίας πόλεως οἰκήτορες ἐπεχάρησαν, διὰ τὸ γενέσθαι αὐτὸν
ἐπίβουλον καὶ προδότην τοῦ ἀρχιεπισκόπου Ἠλία. Ζαχαρίας δέ τις τὴν τῆς
Καισαρέων ἀρχὴν διέπων, λαθραίως εἰς τὴν φρουρὰν εἰσελθών, συμβουλεύει τῷ
᾽Ιωάννῃ λέγων· εἰ θέλεις καλῶς πρᾶξαι, καὶ τῆς ἐπισκοπῆς μὴ στερηθῆναι, μηδείς
σε πείσῃ Σεβῆρον εἰς κοινωνίαι δέξασθαι, ἀλλὰ δόξον συντίθεσθαι τῷ δουκί, καὶ
λέγειν, ὡς ὅτι καὶ ἐνταῦθα μὲν τὰ προτεινόμενα ποιεῖν οὐκ ἀναβάλλομαι· ἀλλ’ ἵνα
μὴ λέγωσί τινες κατὰ ἀνάγκην καὶ βίαν πεπραχέναι με, ἀπολυθῶ ἐντεῦθεν, καὶ μετὰ
δύο ἡμέρας κυριακῆς οὔσης πράξω προθύμως τὰ παρ’ ὑμῶν κελευόμενα. καὶ τοῖς
τοιούτοις λόγοις πιστωθεὶς ὁ δοὺξ ἀποκαθίστησιν αὐτὸν τῇ ἐκκλησίᾳ. ὁ οὖν
ἀρχιεπίσκοπος ἀπολυθεὶς διὰ τῆς νυκτός, ἅπαν τὸ μοναχικὸν εἰς τὴν ἁγίαν
μετεπέμψατο πόλιν, τοῦτο πάντοθεν ἐπισυνάξας. ὡς δέ τινες ἀριθμήσαντες τὸ
πλῆθος ἀπήγγειλαν, ὅτι εἶχε τὸ ἄθροισμα δέκα χιλιάδας μοναχῶν, καὶ ἐπειδὴ πᾶσα
ἡ ἐκκλησία τὸν τοσοῦτον οὐκ ἐχώρει λαόν, ἔδοξε συνελθεῖν ἅπαντας κατὰ τὴν
κυριακὴν εἰς τὸν οἶκον τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου, ἱκανὸν ὄντα εἰς
ὑποδοχὴν πλήθους· ἅμα δὲ καὶ ὑπαντῆσαι βουλόμενοι Ὑπατίῳ τῷ ἀνεψιῷ τοῦ
βασιλέως, τότε ἀπὸ τῆς Βιταλιανοῦ ἀπολυθέντι αἰχμαλωσίας, καὶ εἰς Ἱεροσόλυμα
εὐχῆς ἕνεκεν ἐλθόντι. ἐλθόντων οὖν ἁπάντων τῶν τε μοναχῶν καὶ τῶν πολιτῶν ἐν τῷ
μνημονευθέντι σεβασμίῳ οἴκῳ, συνῆλθεν ὅ, τε Ἀναστάσιος ὁ δούξ, καὶ Ζαχαρίας ὁ ὑπατικός.
παραγενομένου δὲ τοῦ Ὑπατίου, καὶ μετὰ τοῦ πλήθους εἰς τὸν τοῦ πρωτομάρτυρος
Στεφάνου ναὸν εἰσεληλυθότος, προσδοκῶντος τοῦ δουκὸς τὸ θέλημα τοῦ βασιλέως
γενήσεσθαι, ἀνέρχεται ἐπ’ ἄμβωνος ὁ ἀρχιεπίσκοπος ἔχων μεθ’ ἑαυτοῦ Θεοδόσιον
καὶ Σάββαν τοὺς τῶν μοναχῶν κορυφαίους καὶ ἡγεμόνας· καὶ πᾶς ὁ λαὸς (Μansi 12, 1047) ἐπὶ πολλὰς
τὰς ὥρας ἔκραζε λέγων· τοὺς αἱρετικοὺς ἀναθεμάτισον, καὶ τὴν σύνοδον βεβαίωσον.
ἀμελητὶ οὖν οἱ τρεῖς ἐκ συμφώνου ἀναθεματίζουσι Νεστόριον καὶ Εὐτυχέα, Σεβῆρον
καὶ Σωτήριχον τὸν Καισαρείας Καππαδοκίας, καὶ πάντα τὸν μὴ δεχόμενον τὴν
σύνοδον Χαλκηδόνος.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· τὴν ἀκρόασιν ἐποιησάμεθα διὰ τῶν πατρικῶν ἐνταλμάτων. τί οὖν;
δεῖ δέχεσθαι τοὺς ἐξ αἱρετικῶν χειροτονηθέντας;
Ἡ ἁγία σύνοδος
εἶπε· ναί, δέσποτα ἠκροασάμεθα, καὶ δέον δέχεσθαι.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἀλλὰ μὴν καὶ οἱ πλείους τῶν ἐν τῇ
ἕκτῃ ἁγίᾳ συνόδῳ συνεδρευσάντων, ὑπὸ Σεργίου, Πύρρου, Παύλου, Πέτρου ἐκεχειροτόνηντο, τῶν καθηγητῶν τῆς αἱρέσεως τῶν Μονοθελητῶν, ἐπειδὴ ἀμοιβαδὸν οὗτοι τὸν Κωνσταντινουπόλεως θρόνον ἐκληρώσαντο. καὶ ἀπὸ τοῦ
ἐσχάτου αὐτῶν καθηγησαμένου τοῦ θρόνου Κωνσταντινουπόλεως Πέτρου ἕως τῆς ἕκτης
συνόδου, ἔτη οὐ πλέον διῆλθον ἢ δεκαπέντε· καὶ αὐτοὶ οἱ ἐν τῷ μεταξὺ χρόνῳ
γενόμενοι, Θωμᾶς, καὶ Ἰωάννης, καὶ Κωνσταντῖνος ἀρχιερεῖς ἐν τῷ προδηλωθέντι
χρόνῳ, τῆς χειροτονίας τῶν ὀνομασθέντων αἱρετικῶν γεγόνασι, καὶ ἕνεκεν τούτου οὐκ
ἀπεδοκιμάσθησαν· ἐπὶ πεντήκοντα γὰρ ἐνιαυτοὺς τὸ τηνικαῦτα ἡ αἵρεσις
διήρκεσεν. ἀλλ’ οἱ τῆς ἕκτης συνόδου πατέρες αὐτοὺς τοὺς τέσσαρας ἀνεθεμάτισαν καίπερ χειροτονία αὐτῶν ὄντες.
Ἡ ἁγία σύνοδος
εἶπε· πρόδηλον τοῦτον.
Κωνσταντῖνος ὁ ὁσιώτατος
ἐπίσκοπος Κωνσταντίας τῆς Κύπρου εἶπεν· ἀποδέδεικται ἱκανῶς, τιμιώτατοι ἀδελφοὶ
καὶ περὶ τούτου, ὅτι οἱ ἐξ αἱρετικῶν προσερχόμενοι
δεκτοί εἰσιν· ἐὰν δέ τις ἐπίτηδες πρὸς αἱρετικὸν
προχωρήσῃ [πορευθῇ], καὶ λάβῃ χειροτονίαν,
ἄδεκτος ἔστω.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· ἔχομεν καὶ περὶ τούτου τοῦ ἁγίου Βασιλείου ἐπιστολὴν πρὸς
Νικοπολίτας, καὶ δεόμεθα ἀναγνωσθῆναι αὐτήν.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἀναγνωσθήτω.
Κωνσταντῖνος διάκονος
καὶ νοτάριος ἀνέγνω.
Ἐκ τῆς ἐπιστολῆς τοῦ ἁγίου Βασιλείου τῆς πρὸς
Νικοπολίτας.
Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ
τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν
προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ’ ἡμῶν
μερίδα, ταυτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ’ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας
γνώμης ἕκαστός ἐστι κύριος. ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα
οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ
γνώμην, ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν,
μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης
βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· ἰδοὺ ὁ πατὴρ ἀποτρέπεται τὴν τῶν αἱρετικῶν χειροτονίαν, ἐν τῷ λέγειν·
μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν (Μansi 12, 1050) παρὰ τῶν
βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· κἀγὼ ἀποτρέπομαι τοὺς διὰ τοιαύτην αἰτίαν, ἤτοι τῆς πίστεως
κατάλυσιν, κεχειροτονημένους· καὶ μάλιστα ὀρθοδόξων ἐπισκόπων παρόντων, ὑφ’ ὧν
ἠδύναντο χειροτονεῖσθαι. οὕτω γάρ ἐστιν ἡ πατρικὴ ἔννοια. ἐὰν δὲ
συνοδικὴ ἐκφώνησις γένηται, καὶ ὁμόνοια τῶν ἐκκλησιῶν ἐπὶ ὀρθοδοξίᾳ, ὁ τολμῶν
ἀπὸ τῶν βεβήλων αἱρετικῶν χειροτονεῖσθαι, τῇ καθαιρέσει ὑποπεσεῖται.
Ἡ ἁγία σύνοδος
εἶπεν· αὕτη δικαία κρίσις.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· καὶ πῶς ἐν τῷ τέλει τῆς ἐπιστολῆς γέγραπται· μετὰ ταῦτα εἰρήνης
γενομένης βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι; ἰδοὺ γὰρ καὶ μετὰ
τὴν εἰρήνην οἱ χειροτονούμενοι ἄδεκτοι.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· οὐκ ἔφησεν ὁ πατὴρ ἀδέκτους εἶναι. ἀλλὰ μήπως βίαν ὑπομένειν
τοὺς βουλομένους ἑνοῦσθαι τῷ κλήρῳ τῶν ὀρθοδόξων. καὶ γὰρ ὡς ἀληθῶς οὐκ ἔξω
ἀνάγκης καὶ δυσχερείας τοῦτο γενήσεται. ὅμως οὖν ὁ θεσπέσιος πατὴρ κατὰ τὸν
καιρὸν ἐκεῖνον, πλείστων ὄντων ἐπισκόπων ὀρθοδόξων, ἀπηγόρευε τοῖς τροφίμοις
τῆς ἐκκλησίας τῇ τῶν Ἀρειανῶν χειροτονίᾳ κεχρῆσθαι. οὐδεμία γὰρ προσῆν
ἀπολογία. ὅτι δὲ τοῦτο ἀληθές [καὶ οὐκ ἠγνόουν] οὐκ ἀγνοοῦντες τὴν γνώμην τοῦ
πατρός, οἱ μετ' ἐκεῖνον τῆς ἐκκλησίας διάδοχοι, τοὺς ὑπὸ αἱρετικῶν χειροτονηθέντας,
εἶτα βελτιωθέντας ἐδέξαντο, ὡς μεμαθήκαμεν διὰ τῶν προαναγνωσθέντων· πανταχοῦ
γὰρ οἱ πατέρες ἀλλήλοις σύμφωνοί εἰσιν, ἐναντίωσις δὲ οὐδεμία ἔνεστιν αὐτοῖς· ἀλλ’
ἐναντιοῦνται αὐτοῖς οἱ τὰς οἰκονομίας καὶ τοὺς σκοποὺς αὐτῶν μὴ ἐπιστάμενοι.
Οἱ εὐλαβέστατοι μοναχοὶ
εἶπον· πρόσφορα τὰ ἐπιλυθέντα.
Ἡ ἁγία σύνοδος
εἶπεν· ἀναγνώτωσαν οἱ προϊστάμενοι ἐπίσκοποι τοὺς οἰκείους λιβέλλους, ὡς νυνὶ
προσελθόντες τῇ καθολικῇ ἐκκλησίᾳ.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ἀναγνώτωσαν, ἐπειδὰν ἡ τῶν ζητουμένων δύο κεφαλαίων ἀκριβῶς
[ἐξητάσθη] ἐξετασθῇ ὑπόθεσις περί τε τῶν προσερχομένων ἐξ αἱρέσεως τῇ ἁγίᾳ
καθολικῇ ἐκκλησίᾳ καὶ τῶν ὑπὸ αἱρετικῶν χειροτονηθέντων.
Ὑπάτιος ὁ ἐπίσκοπος
Νικαίας ἀνέγνω τὸν ἑαυτοῦ λίβελλον. ἦν δὲ ὁ αὐτὸς λίβελλος, ὃν καὶ Βασίλειος ὁ
εὐλαβέστατος Ἀγκύρας ἐποιήσατο.
Λέων ἐπίσκοπος
Ρόδου, Νικόλαος ἐπίσκοπος
Ἱεραπόλεως, Γρηγόριος ἐπίσκοπος
Πισινοῦντος, Γεώργιος ἐπίσκοπος
Ἀντιοχείας Πισιδίας, καὶ Λέων ἐπίσκοπος
Καρπάθου τὰ ἶσα τοῦ αὐτοῦ λιβέλλου.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπε· τὰς ὁμολογίας γνόντες διὰ τῆς ἀναγνώσεως τῶν λιβέλλων, ἐν
ἑτέρᾳ συνελεύσει ἡ αὐτῶν ἀποδοχὴ γενήσεται, εἰ οὐκ ἔστιν ἕτερον αὐτοῖς τὸ
κωλλύον.
Ἡ ἁγία σύνοδος
εἶπε· γενέσθω ὡς ἐκέλευσας.
Καὶ ἐν τούτοις ἐξαναστᾶσα ἡ ἁγία σύνοδος εὐφήμησεν οὕτως·
Πολλὰ τὰ ἔτη τῶν βασιλέων.
(Μansi 12, 1051) Εἰρήνης, καὶ
Κωνσταντίνου μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη.
Ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη.
Τοὺς καθαιρέτας τῆς γενομένης καινοφωνίας, κύριε,
κράτυνον. εὐσεβῆ, κύριε, ζωὴν αὐτοῖς.
Ταράσιος ὁ ἁγιώτατος
πατριάρχης εἶπεν· ῾Η εἰρήνη τοῦ Θεοῦ ἔστω μετὰ πάντων ἡμῶν.
Για την αντιγραφή Π.Σ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.