«Αι αγγελικαί, προπορεύεσθε δυνάμεις». Προεόρτια στιχηρά προσόμοια ττων Αίνων της 20ης Δεκεμβρίου.
Ποίημα
Ῥωμανοῦ τοῦ Μελωδοῦ. Ἦχος πλ. β´ τετράφωνος.
Τὰ σύντομα μέλος Ἰωάννου
Πρωτοψάλτου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας (†1866), τὸ ἀργὸν μέλος
Γερμανοῦ ἀρχιερέως Νέων Πατρῶν (ἀκμὴ β´ἥμισυ 17ου αἰ.).
Ψάλλει ο Χορός
Ψαλτών Πρέβεζας υπό την διεύθυνση του Πρωτοψάλτου Νεκταρίου Θάνου.
Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ.
Ἦχος πλ. β΄ Αὐτόμελον
Αἱ
Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν Φάτνην·
ὁ λόγος γὰρ γεννᾶται· ἡ σοφία προέρχεται, δέχου ἀσπασμὸν ἡ Ἐκκλησία,
εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν
δόξα σοι.
Ἀνίσχει
ὁ Ἀστήρ, Ἰακὼβ ἐν τῷ Σπηλαίῳ. Δεῦτε καὶ ἡμεῖς, προεόρτια τελοῦντες,
συνδράμωμεν τοῖς Μάγοις, τοῖς Ποιμέσι συνέλθωμεν· ἴδωμεν Θεὸν ἐν
τοῖς σπαργάνοις, ἴδωμεν Παρθένον γαλουχοῦσαν, φρικτὸν θέαμα! Ὁ Βασιλεὺς
τοῦ, Ἰσραήλ, Χριστὸς παραγίνεται.
Βουνοὶ
γλυκασμόν, σταλαξάτωσαν· Ἰδοὺ γάρ, ἥκει ὁ Θεός, ἐκ Θαιμὰν Ἔθνη ἡττᾶσθε·
Προφῆται Πατριάρχαι σκιρτήσατε· ἄνθρωποι χορεύσατε ἐνθέως, ὁ ἰσχυρὸς
καὶ μέγας Ἄρχων, Χριστὸς τίκτεται· ὁ Βασιλεὺς τῶν οὐρανῶν, ἐν γῇ
παραγίνεται.
Γῆθεν
ἀνυψῶν, τοὺς βροτοὺς ὁ Πλάστης ἥκει, τὴν βασιλικήν, καινουργῶν αὖθις
εἰκόνα· συγχάρητε τῶν ἄνω, αἱ Δυνάμεις ὑμνήσατε· ἔχθρας τὸ μεσότοιχον
ἐλύθη, ἦλθεν ᾧ ἀπέκειτο· Θεὸς γάρ, βροτὸς γίνεται, ὁ Βασιλεὺς τοῦ
Ἰσραήλ, Χριστὸς παραγίνεται.
Δεῦτε οἱ πιστοί, ὑπαντήσωμεν τῷ Κτίστῃ, ἥκοντι εἰς γῆν, ἐκ Παρθένου
ἀνατεῖλαι· ἁγνείᾳ λαμπρυνθῶμεν, ἀρεταῖς ἀστραφθείημεν, τρόμῳ καὶ χαρᾷ
ἑτοιμασθῶμεν, Χριστόν ἰδέσθαι βρεφωθέντα, νοὸς ὄμμασιν, ἡμᾶς θεοῦντα
τοὺς βροτούς, ἄκρᾳ ἀγαθότητι.
Δόξα… ὅμοιον
Ἐγγίζει
ὁ Χριστός, Βηθλεὲμ προετοιμάζου· ἤδη τῶν Ἐθνῶν, τὸ σωτήριον αὐγάζει.
Εὐτρέπισον τὴν φάτνην, τοὺς Ποιμένας συνάγαγε, κάλεσον τους Μάγους ἐκ
Περσίδος, αἱ Στρατιαὶ τῶν Ἀσωμάτων, Νοῶν κράζουσιν· ὁ Βασιλεὺς τῶν
οὐρανῶν, Χριστὸς παραγίνεται.
Καὶ νῦν… Ὅμοιον
Ζῆλός
τε καὶ πῦρ, καταφάγεταί σε ἄφρον, πλάνε ἀληθῶς, καὶ τοῦ νόμου
συκοφάντα· ἰδοὺ γὰρ ἡ Παρθένος, Ἡσαΐας ὡς ἔφησεν, ἔσχεν ἐν γαστρὶ καὶ
ἐπὶ φάτνης, ἀνακλινεῖ τὸν Βασιλέα· διὸ ἅπαντες, οἱ ἐξ Ἰούδα τῆς φυλῆς,
δυνάσται ἐκλείψουσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.