Σχόλια
στο σημερινό Αποστολικό χωρίο:
Σὲ καιρὸ αἱρέσεως
καὶ διωγμοῦ, ἀλλὰ καὶ σὲ καιρὸ εἰρήνης ἀναπόφευκτες οἱ θλίψεις ἀπὸ ἐχθρούς,
φίλους, ἀλλὰ καὶ ἀπὸ οἰκείους!
Καὶ γιὰ τὸ πῶς
οἱ θλίψεις ἀποτελοῦν πνευματικὸ ἐμπόριο!
Μ. Ἀθανάσιος: «Ἀλλ’ ἡμᾶς οὐδέν τι πείσει
τούτων, οὐδὲ χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, κἂν οἱ αἱρετικοὶ θάνατον ἡμῖν ἀπειλῶσιν· ...οὐ γὰρ ἐλάβομεν
πνεῦμα δουλείας».
Εὐσέβιος: «“Οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται” καὶ ὀνειδισθήσονται καὶ φαυλισθήσονται ὑπὸ ἀνθρώπων, διωγμούς τε παντοίους καὶ πειρασμοὺς ὑπομενοῦσι. ὅθεν καὶ περιφράττων αὐτοὺς ἐντεῦθεν ἤδη παραγγέλλει λέγων· μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττάσθε».
Ὠριγένης: «“Πάντες” γὰρ “οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται”. Ἀλλὰ καί·
θλίψιν, φησίν, ἕξετε ἐν τῷ κόσμῳ». Εἰκὸς δ’ ὅτι τοῦτο ἐπιστάμενος ὁ Παῦλος ἐν τῇ
ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ κηρύξας, οὐκ ἐκήρυξεν ἐν Ταρσῷ».
«Οἱ θέλοντες
ζῇν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχθήσονται. Μὴ πάντως δὲ τοὺς διωγμοὺς τοὺς ἔξωθεν
προσδόκᾳ, ἀλλὰ διωγμοὶ ἀεὶ τῷ δικαίῳ γίνονται, ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
Διώκουσιν αἱ δυνάμεις αἱ ἀντικείμεναι, κινοῦσαι πρὸς ἁμαρτίαν, διὰ οἰκείων, διὰ
γυναικὸς μαχίμου καὶ γλωσσώδους. Διὰ οἰκέτου ἀτάκτου, δι’ ἑτέρων πολλῶν, δι’ αὐτῶν
τῶν ἁμαρτημάτων· καὶ ἐὰν μὴ ἀγωνίσωμαι ὁμολογῆσαι τῷ Θεῷ διὰ τῆς σωφροσύνης καὶ
τῶν λοιπῶν ἀρετῶν, ἀρνησίθεος γίνομαι».
Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος: «Καὶ ὁ Χριστὸς δὲ τοῖς
μαθηταῖς ἔλεγεν· Ἐν τω κόσμῳ θλίψιν ἕξετε·
ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Αὕτη, φησίν, ἡ θλίψις ἄνεσιν ὑμῖν
προξενεῖ· σκάμμα ἐστὶν ὁ παρὼν βίος· ἐν δὲ τω σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν
δύναιτ’ ἀπολαύειν ἀνέσεως ὁ στεφανούσθαι μέλλων. Ὥστε εἴ τις βούλοιτο στεφανωθῆναι,
τὸν σκληρὸν καὶ ἐπίπονον αἱρείσθω βίον, ἵνα βραχὺν ἐνταῦθα πονήσας χρόνον,
διηνεκοῦς ἀπαλαύῃ τιμῆς ἐκεῖ».
Καὶ "πνευματικὴ ἐμπορία"!
(Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.