12
ΙΟΥΛΙΟΥ 2016
Μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν
Παϊσίου τοῦ Ἁγιορείτου.
ΑΠΟ ΤΟΝ ΟΡΘΡΟΝ
Ἀπολυτίκιον. Τῆς ἐρήμου πολίτης
Τῶν
Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν πάλαι ὁσίων, μιμητὴν καὶ
ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς
συντρέχοντα ταχέως τοὺς εὐσεβεῖς, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι
σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Ἕτερον Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον
Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ καὶ
παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς
θαυματουργῶν, Παΐσιε θεοφόρε, καὶ νῦν πρεσβεύεις ἀπαύστως ὑπὲρ παντὸς τοῦ κόσμου,
Ὅσιε.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῇ χάριτι Χριστοῦ,
ὡς οἱ πάλαι Πατέρες, συνέζησας σεμνέ, τοῖς ἀλόγοις θηρίοις, καὶ φίλος γενόμενος,
πτερωτῶν καὶ τῶν ὄφεων, ἐξεπλάγησαν, οἱ σὲ εἰδότες θεόφρον, καὶ ἀνύμνησαν, τὸν
Παντοκράτορα Λόγον, τὸν σὲ θαυμαστώσαντα.
Δόξα
Πατρί... Καὶ νῦν… Θεοτοκίον
Εἰκόνα τὴν σεπτήν,
φοβερᾶς Προστασίας, Παΐσιε Μητρός, τοῦ Δεσπότου ἐκράτεις, καὶ ἔβλεψας ὅσιε,
πρὸς τὰ ἄνω καὶ ὤφθη σοι, ταύτης ἔλλαμψις, ἡ καταυγάζουσα πάντας, διὸ πρέσβευε,
διηνεκῶς σὺν Παρθένῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν πολυθαύμαστον,
σεμνὸν Παΐσιον, τὸν καθαιρέσαντα, ὀφρὺν τοῦ δράκοντος, καὶ ἡδονὰς τὰς σαρκικάς,
συντρίψαντα τῇ ἀσκήσει, Ἄθωνος τὸ κλέϊσμα, καὶ Φαράσων ἐκβλάστημα, τὸν
εὐεργετήσαντα, πολυτρόπως τοῖς θαύμασι, τὰ πλήθη τῶν πιστῶν ὀρθοδόξων, πάντες
τιμήσωμεν ἐνθέως.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς νεότητος ὤφθης παιδαγωγός, καὶ ἀκέστωρ ἀνθρώπων
ναρκομανῶν, τοῖς σχοῦσι δυσίατα, πορνικὰ ἁμαρτήματα, ταῖς σαῖς εὐχαῖς ἐφάνης,
θεράπων πανάριστος, καὶ τῶν ἀναζητούντων, ὁδὸν τὴν σωτήριον, πάτερ ἐπεγνώσθης,
ἀκριβὴς ποδηγέτης, καὶ πάντων Παΐσιε, βακτηρία γεγένησαι, ἀσκητὰ θεοφώτιστε·
διὸ ἐν Σουρωτῇ οἱ πιστοί, τὸν σὸν τάφον, προσκυνοῦντες χαίρουσι, καὶ σεμνῶς τὴν
σὴν μνήμην, κατὰ χρέος μέλπουσι.
Δόξα Πατρί... Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν ἁγίαν μορφήν σου ἑωρακώς, ὡς ὑπάρχει Παρθένε ἐν
τῇ Σιών, ὁ θεῖος Παΐσιος, ἐν τῷ ὄρει ἐδίδαξε, τοῖς εἰκονογράφοις, ποιεῖν ἐν
πιστότητι, καὶ πολλήν σου χάριν, ἐκήρυττεν ἅπασιν· ὅθεν Θεοτόκε, μὴ ἐλλείπῃς
ἀπαύστως, Χριστὸν ἱκετεύουσα, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ὑμνούντων τὸν
τόκον σου, καὶ πάντας τοὺς Ἁγίους αὐτοῦ, ἐν οἷς ἔστι, ἁγνὴ καὶ ὁ Ὅσιος, ὁ
τιμώμενος ὕμνοις, ὑπὸ πάντων τὴν σήμερον.
Ἦχος δ΄.
Ταχὺ προκατάλαβε
Εὐχῆς ἐργαστήριον, ἡ σὴ ἁγία ψυχή, Παΐσιε γέγονε, τῇ
συνεχεῖ προσευχῇ, καὶ θείαις δεήσεσι, σὺ γὰρ μακροχρονήσας, ἐν τῇ κέλλῃ σου
πάτερ, ὤφθης καθάπερ στήλη, φωτεινὴ ἱκετεύων, Χριστὸν τὸν πάντων κτίστην, καὶ
παντοκράτορα.
Κοντάκιον. Ἦχος πλ.
δ΄. Τῇ Ὑπερμάχῳ
Ἁγίου Ὄρους
ἀσκητὴν τὸν περιάκουστον, καὶ Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον, ἐπαινέσωμεν
ἐν ὕμνοις ὁλοκαρδίως, ποδηγῶν γὰρ τοὺς πιστοὺς πρὸς βίον ἄριστον, ποταμῶν τῶν
δωρημάτων τούτους ἔπλησας, διὸ κράζουσι· Χαίροις
πάτερ Παΐσιε.
ΑΠΟ ΤΟΥΣ ΑΙΝΟΥΣ
Τί σε προσφωνήσω Παΐσιε, τῆς νεότητος πατέρα, καὶ
λαμπρὸν μυσταγωγόν, μοναζόντων τὸν ἀλείπτην, πρὸς τὰ κρείττω θαυμαστόν,
νοσούντων, ἰατῆρα ἀκριβέστατον, δαιμόνων, σκεδαστὴν καὶ πολεμήτορα, ἐν τοῖς
ἐσχάτοις γὰρ ἔτεσιν, ὡς ἰσοστάσιος πέφηνας,τῶν πρόπαλαι, διδασκάλων τῶν ψυχῶν
ἡμῶν.
Τί σε νῦν προσείπω Παΐσιε, τῶν ἀνδρῶν
ἐξηρτημένων, ταῖς οὐσίαις λυτρωτήν, δηλωτὴν τῶν ἐσομένων, γεγονότων τοῖς πιστοῖς,
ἀθέων, παιδευτὴν θαυμασιώτατον, δειλαίων, στηριγμὸν καὶ μέγα θάρσημα, ἀσκητικῶς
γὰρ ἐβίωσας, καὶ ὑπὲρ φύσιν χαρίσματα, προσέλαβες, ἀξιάγαστε πατὴρ ἡμῶν.
Πάτερ θεοφόρε Παΐσιε, ὑπὲρ πάντων
τῶν πιστῶν, τῶν ἀνυμνούντων σε θερμῶς, μὴ ἐλλείπῃς τὸν Χριστόν, καθικετεύων
θερμουργῶς, ἐκτήσω, παῤῥησίαν γὰρ πρὸς Κύριον, καὶ ἔσχες, χαρισμάτων πλῆθος Ὅσιε,
προῤῥήσεως καὶ ἰάσεως, τῶν ἀλγουμένων κακώσεσι, ἐν σώματι, καὶ ψυχῇ ἀειμακάριστε.
Δόξα Πατρί.
Ὅσιε πάτερ Παΐσιε, εἰς πᾶσαν τὴν γῆν Ἑλλάδος, καὶ
πανταχοῦ τῆς Οἰκουμένης, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, ὡς ἄγγελος γὰρ
ἔνσαρκος, ἐκ τοῦ Ἄθωνος, τὰ ζωοποιὰ διδάγματα τοῦ Εὐαγγελίου, εἰς πᾶσαν τὴν γῆν διεκήρυξας, ὡσαύτως
δὲ γέγονας, τῇ βιοτῇ καὶ ἔργοις σου, μοναστῶν πρότυπον, κοσμικῶν διδάσκαλος, νεότητος
παιδαγωγός, Σουρωτῆς ὁ παραστάτης, καὶ πάντων ὁ φίλος, ὅθεν καὶ ἡμεῖς ταπεινῶς,
πρὸς σὲ ἅγιε δεόμεθα, μὴ ἐλλείπῃς πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πηγή: Ο ΕΝ ΑΘΗΝΑΙΣ
ΣΥΛΛΟΓΟΣ ΜΟΥΣΙΚΟΦΙΛΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.